§11.23.1στρέφειν ἐπὶ δόρυ, τῷ δʼ εὐωνύμῳ τἀναντία.
右へ旋回するよう、また左翼にはその反対を命じた。
καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείρας — τοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις —
そして彼自身は右翼から、ルキウス・マルキウスとマルクス・ユニウスは左翼から、それぞれ先頭の三つの騎兵中隊を率い、その前方に通常の軽装の槍投げ兵と、三つの歩兵大隊(コホルス――これはローマ人における歩兵の編成部隊の名称である――)を配した。
§11.23.2πλὴν οἱ μὲν ἐπʼ ἀσπίδα περικλάσαντες τούτους, οἱ δʼ ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν ἑπομένων.
ただし、一方はこれらを左に、他方は右に方向転換させて、縦隊で敵に向かって進め、激しい突撃を敢行した。 その際、後続の部隊が常に次々と加わり、同様に折れ曲がって追随した。
§11.23.3ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δʼ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
これらの部隊が敵からあまり離れていない距離に達した一方で、イベリア人たちは正面でゆっくりとした歩調で前進していたためにまだ十分な距離を隔てていたとき、ローマ軍は当初の意図通りに、縦隊のまま敵の両翼へ同時に攻撃を仕掛けた。
§11.23.4αἱ δὲ μετὰ ταῦτα κινήσεις, διʼ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν.
その後の機動――これによって、後続の部隊が先頭の部隊と同じ直線上に並びつつ、敵との戦闘に加わっていったのであるが――は、互いに相反する方向をとっていた。 すなわち、全体としては右翼が左翼と、部分としては歩兵が騎兵と相反する方向をとっていた。
§11.23.5οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον·
というのも、右翼の騎兵は軽装兵とともに、右側に並び展開して敵を包囲しようとしたのに対し、歩兵は反対に左側に展開したからである。
§11.23.6τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δʼ ἱππεῖς μετὰ τῶν γροσφομάχων ἐξ ἡνίας.
他方、左翼においては、大隊に属する歩兵が右側に、騎兵は槍投げ兵とともに左側に展開した。
§11.23.7ἐγεγόνει μὲν οὖν ἐκ τῶν ἱππέων καὶ τῶν εὐζώνων ἀμφοτέρων τῶν κεράτων ἐκ ταύτης τῆς κινήσεως τὸ δεξιὸν εὐώνυμον.
それゆえ、この機動の結果として、両翼の騎兵と軽装兵においては、右にあるべきものが左になっていた。
§11.23.8οὗ μικρὸν λόγον θέμενος ὁ στρατηγὸς τοῦ μείζονος ἐποιήσατο πρόνοιαν, τοῦ κατὰ τὴν ὑπερκέρασιν, ὀρθῶς λογιζόμενος·
将軍はこのことを大して気に留めず、より重要なこと、すなわち包囲を行うことに配慮したが、それは正しい判断であった。
§11.23.9εἰδέναι μὲν γὰρ δεῖ τὸ γινόμενον, χρῆσθαι δὲ ταῖς πρὸς τὸν καιρὸν ἁρμοζούσαις κινήσεσιν.
なぜなら、現実に生じている事態を把握しておくことは必要であるが、同時にその場その場に適した機動を用いることこそが必要だからである。