§11.24.1ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δʼ οὐδὲν ἧττον τοὺς φίλους ἢ τοὺς πολεμίους· φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμφοῖν αἰεὶ διέφθειρε.
As a result of their engagement, the elephants, pelted with javelins by the velites and cavalry and thrown into confusion on all sides, suffered severely, and did no less damage to their friends than to their enemies; for rushing about at random, they continually destroyed those of both sides who fell in their way.
§11.24.2τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς τέλος ἄπρακτον ἦν·
Meanwhile, of the infantry force, the wings of the Carthaginians were being broken, while the center, consisting of the Libyans, which was the most efficient part, remained entirely inactive.
§11.24.3οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοί τʼ ἦσαν διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας.
For they could neither go to the assistance of those on the wings, leaving their own position because of the advance of the Iberians, nor, remaining where they were, could they perform any of their duties, because the enemy in front of them did not come to close quarters with them.
§11.24.4οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον.
Nevertheless, for some time the wings fought on bravely, because for both sides the danger was concerned with the whole issue.
§11.24.5ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς, §11.24.6οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μάλιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι διὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν.
And now, as the heat was already at its height, the Carthaginians were failing in strength, because they had not made their sally of their own free choice, and had been prevented from making the proper preparations; while the Romans were far superior both in strength and spirit, and especially because, through the foresight of their general, they had engaged their most efficient troops against the most useless of the enemy.
§11.24.7τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀναχώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν· ἐγκειμένων δὲ τῶν Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προτροπάδην.
At first, therefore, Hasdrubal and his men, being hard pressed step by step, made their retreat; but after this, turning away, they retreated in a body toward the foothills; and as the Romans pressed on them more violently, they fled headlong into their camp.
§11.24.8εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπελάβετο τῆς σωτηρίας, παραχρῆμʼ ἂν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.
If, then, some god had not helped them to safety, they would have been driven out of their camp on the spot.
§11.24.9ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστροφῆς ἐξαισίου, §11.24.10καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι. — §11.24.11Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ.
But an extraordinary storm having gathered in the air, and a violent and continuous rain having burst forth, the Romans with difficulty withdrew to their own camp. — Ilurgeia, a city of Iberia, Polybius in the eleventh book.
τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν. —
Seeking the silver and gold melted and run together by the fire, a great many of the Romans perished. —