Humanitext Reader

波利比奥斯 · 历史 §11.23.1-11.23.9

普布利乌斯对敌军两翼发起的纵队突击

第 720 段,共 1311 段 · 希腊语

内容简介

文中描述了普布利乌斯率领的罗马军队如何通过复杂的折转与展开机动,在中央的伊比利安部队尚未接战前,以纵队形式同时向敌军两翼发起侧翼突袭。

§11.23.1στρέφειν ἐπὶ δόρυ, τῷ δʼ εὐωνύμῳ τἀναντία.
向右转动,而命令左翼向相反方向转动。
καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείρας — τοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις — §11.23.2πλὴν οἱ μὲν ἐπʼ ἀσπίδα περικλάσαντες τούτους, οἱ δʼ ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν ἑπομένων.
他自己从右翼,卢修斯·马尔基乌斯和马尔库斯·尤尼乌斯从左翼,各自率领最前列的三个骑兵中队,并在其前方配以通常的轻装枪兵以及三个步兵大队——在罗马人中这种步兵编制被称为“库特”—— 不过,有的向左折转这些部队,有的向右,他们以纵队向敌人推进,发起猛烈的冲击,后继的部队总是不断加入并折转追随。
§11.23.3ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δʼ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
当这些部队与敌人的距离已经不远,而正面的伊比利安人由于以步行推进而仍相距相当大的距离时,罗马军队按照最初的意图,以纵队的形式同时向敌人的两翼发起进攻。
§11.23.4αἱ δὲ μετὰ ταῦτα κινήσεις, διʼ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν.
随后的机动——通过这些机动,后继者与先头部队排列在同一条直线上,从而与敌人展开交战——具有彼此相反的趋势:整体上右翼与左翼相反,局部上步兵与骑兵相反。
§11.23.5οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον· §11.23.6τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δʼ ἱππεῖς μετὰ τῶν γροσφομάχων ἐξ ἡνίας.
因为右翼的骑兵与轻装兵一起,向右侧展开,试图包围敌人,而步兵相反则向左侧展开;而在左翼,大队中的步兵向右侧展开,骑兵则与枪兵一起向左侧展开。
§11.23.7ἐγεγόνει μὲν οὖν ἐκ τῶν ἱππέων καὶ τῶν εὐζώνων ἀμφοτέρων τῶν κεράτων ἐκ ταύτης τῆς κινήσεως τὸ δεξιὸν εὐώνυμον.
因此,由于这一机动,两翼的骑兵和轻装兵中,右侧的部分变成了左侧。
§11.23.8οὗ μικρὸν λόγον θέμενος ὁ στρατηγὸς τοῦ μείζονος ἐποιήσατο πρόνοιαν, τοῦ κατὰ τὴν ὑπερκέρασιν, ὀρθῶς λογιζόμενος· §11.23.9εἰδέναι μὲν γὰρ δεῖ τὸ γινόμενον, χρῆσθαι δὲ ταῖς πρὸς τὸν καιρὸν ἁρμοζούσαις κινήσεσιν.
将军对此不予多虑,而是关注更重要的事情,即进行包围,他的考虑是正确的;因为人们虽然必须了解正在发生的情况,但更必须采用适应当时情况的机动。

词汇与语法注释

  1. 11.23.1ἐπὶ δόρυ — 古代军事术语,意为“向枪侧”(向右),因为武器由右手执握。相比之下,左侧在§11.23.2中被称为“ἐπʼ ἀσπίδα”(向盾侧),在§11.23.6中被称为“ἐξ ἡνίας”(向缰绳侧,因左手握缰)。
  2. 11.23.1κοόρτις — 拉丁语军事编制单位“cohors”(步兵大队)的希腊语译音。波利比乌斯在此向希腊读者补充说明希腊语中的“σπείρα”对应的是罗马军队中的哪种编制。
  3. 11.23.2ὀρθίους — 军事技术术语,意为“呈纵队”或“成纵列”。指部队在展开为宽大横队(方阵)之前,以纵深长条队形快速推进的战术状态。
  4. 11.23.3διεστάναι — 带对格不定式结构“τοὺς δʼ Ἴβηρας ... διεστάναι”的核心不定式。受前面的“ἐπεὶ δὲ”支配,形成对比:当两翼部队已逼近敌军时,中央的伊比利安人仍相距较远。
  5. 11.23.7τὸ δεξιὸν εὐώνυμον — 字面意为“右边变成了左边”。指由于两翼部队进行了复杂的折转和展开,导致兵力的相对位置(左与右)发生了与常规相反的逆转。

引用这一段

波利比奥斯, 历史 §11.23.1-11.23.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.23.1-11.23.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。