Humanitext Reader

ポリュビオス · 歴史 §11.22.1-11.22.11

プブリウスの陣形変更と早朝の奇襲

719 / 1311 箇所 · ギリシア語

要旨

プブリウスはこれまでの戦闘パターンを覆し、ローマ軍を両翼に、イベリア人を中央に配置する奇策を採用する。早朝から不意の出撃を行うことで、食事も摂っていないカルタゴ軍を武装もままならない混乱状態に陥らせる。

§11.22.1κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι στρατηγήμασιν ὁ Πόπλιος.
この時期に、プブリウスは二つの策略を用いたと考えられている。
§11.22.2θεωρῶν γὰρ τὸν Ἀσδρούβαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν, §11.22.3τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δʼ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, ᾗ προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δʼ ἠλάττωσε τοὺς πολεμίους.
というのも、ハスドルバルが軍の出撃を遅い時間に行い、リビア人を中央に、戦象を両翼の前に配置するのを観察した彼は、自らは(これまでのように)出撃の時間を遅らせ、ローマ人を中央に配置してリビア人に対抗させ、イベリア人を両翼に展開させるという習慣(の通りにするの)を、決戦を行おうとあらかじめ決めていたその日には止め、前述のことと全く反対のことを行うことによって、自軍の勝利のために大いに貢献し、他方で敵を少なからず不利な立場に追い込んだからである。
§11.22.4ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπηρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρατιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους ἐξάγειν πρὸ τοῦ χάρακος.
すなわち彼は、夜明けとともに伝令を送り、すべての千人隊長と兵士たちに、食事を済ませ、武装を整えた上で、陣営の前に出撃するよう命令した。
§11.22.5γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως,
これが実行され、兵士たちがこれから起こることを予感して熱心に従うと、彼はまず騎兵と軽装歩兵をあらかじめ派遣し、敵の陣営に接近して大胆に小競り合いを仕掛けるよう指示した。
§11.22.6αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως ἢ πρόσθεν·
そして彼自身は、まさに日の出が現れた頃に歩兵を率いて前進し、平原の中央に到着すると、以前とは反対の配置で軍を展開した。
μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων.
すなわち、イベリア人を中央に置き、ローマ人の部隊を両翼に配したのである。
§11.22.7τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι.
カルタゴ軍にとっては、騎兵が突如として自らの陣営に近づき、同時に他の軍勢も目の前で展開している中で、武装を整える時間はほとんど与えられなかった。
§11.22.8διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς.
それゆえ、ハスドルバルとその部下たちは、兵士たちがまだ食事も摂っておらず、不意を突かれて準備もできていない状態で、騎兵と軽装歩兵を平原の敵の騎兵に対して出撃させ、歩兵部隊を整列させることを余儀なくされた。 彼らは、いつもの習慣であったように、山麓からあまり離れていない平地に部隊を展開した。
§11.22.9ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες·
しばらくの間、ローマ軍は静かに控えていた。
ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δʼ εὐζώνων ἄκριτος ἦν καὶ πάρισος ἡ συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβολῆς κινδυνεύειν,
しかし、時間が経過するにつれ、軽装歩兵の交戦は勝敗がつかず拮抗したものとなった。 というのも、押し込まれた者が自軍の本隊の陰に逃げ込み、そこから反転して戦いを挑んだからである。
§11.22.10τὸ τηνικαῦτα δὲ διαδεξάμενος ὁ Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφʼ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον·
その時になって、プブリウスは、マニプルスの隙間を通じて、小競り合いをしていた軽装歩兵を後方に受け入れ、彼らを整列した本隊の後方で左右両翼に振り分け、まず軽装の槍投げ兵を、その後に騎兵を配置し、最初は横隊を組んで突撃を行った。
§11.22.11ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπι
そして敵から約四スタディオン離れたところで、イベリア人には隊列を維持したまま、同じ歩調で前進するよう指示し、右翼には、マニプルスと騎兵中隊に……

語釈・文法注

  1. 11.22.2εἰωθὼς — 分詞 `εἰωθὼς`(「慣れていた」)は、対比を表す `μὲν`(`τῇ μὲν ὥρᾳ`)を伴ってプブリウス(`αὐτὸς`)の以前の戦術パターンを説明している。これに続く不定詞 `προσανατείνειν`, `ἀντιτάττειν`, `παρεμβάλλειν`(§11.22.3)を支配しており、§11.22.3 の `ποιήσας`(「(それらと反対のことを)行うことによって」)と対比される。
  2. 11.22.7τοῖς δὲ Καρχηδονίοις — `τοῖς δὲ Καρχηδονίοις` は影響の与格。そのあとに続く `συνεγγιζόντων...` および `ἐκταττομένης...` は、状況を記述する独立属格(genitive absolute)構文であり、主文の非人称動詞 `ἐδόθη` にかかっている。
  3. 11.22.11ἐπι... — 写本においてこの語(通常、部隊を「旋回させる」を意味する `ἐπιστρέφειν` の類と推定される)の途中で文章が途切れており、本訳でもその欠損状態をそのまま反映させている。

この箇所を引用する

ポリュビオス, 歴史 §11.22.1-11.22.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.22.1-11.22.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。