§11.22.1κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι στρατηγήμασιν ὁ Πόπλιος.
在这个时候,普布利乌斯似乎采用了两种谋略。
§11.22.2θεωρῶν γὰρ τὸν Ἀσδρούβαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν, §11.22.3τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δʼ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, ᾗ προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δʼ ἠλάττωσε τοὺς πολεμίους.
因为他观察到哈斯德鲁巴很晚才率军出击,并且将利比亚人置于中央,而将战象置于两翼之前,至于他自己,本来习惯在时间上往后拖延,并在中央以罗马人对抗利比亚人,而将伊比利安人部署在两翼——但在他决定决战的那一天,他采取了与前述完全相反的做法,这极大地有助于自军获胜,并使敌人陷入了不小的劣势。
§11.22.4ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπηρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρατιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους ἐξάγειν πρὸ τοῦ χάρακος.
事实上,他在天亮时便派出了副官,命令所有的千人队长和士兵在吃过早饭并武装完毕后,出击到营垒之前。
§11.22.5γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως,
此事既成,士兵们因预感到即将发生的事而热切地服从,于是他预先派出了骑兵和轻装步兵,指示他们接近敌人的营地并大胆地进行骚扰。
§11.22.6αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως ἢ πρόσθεν· μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων.
他自己则率领步兵,正值旭日初升时向前推进,并在到达平原中央后,以与先前相反的阵形部署军队:他将伊比利安人置于中央,而将罗马军队置于两翼。
§11.22.7τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι.
对于迦太基人来说,由于骑兵突然逼近营垒,同时其余的主力部队也在眼前列阵,几乎没有给他们留下武装自己的时间。
§11.22.8διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς.
因此,哈斯德鲁巴及其部属在士兵们尚未进食、因事出突然而毫无准备的情况下,被迫将自己的骑兵和轻装步兵派往平原去对抗敌人的骑兵,并部署步兵主力,如同他们的习惯一样,在离山麓不远的平地上进行列阵。
§11.22.9ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες· ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δʼ εὐζώνων ἄκριτος ἦν καὶ πάρισος ἡ συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβολῆς κινδυνεύειν,
起初,罗马人保持静默并等待了一段时间;但随着白昼渐深,轻装步兵的交战变得胜负未分且势均力敌,因为受挫者退避到自军的方阵后方,随即转过身来重新投入战斗。
§11.22.10τὸ τηνικαῦτα δὲ διαδεξάμενος ὁ Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφʼ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον·
此时,普布利乌斯通过百人队之间的间隙将轻装兵收容到内部,并把他们分派到已列阵部队后方的两翼——首先是投枪兵,紧接着是骑兵,起初以横队展开冲锋。
§11.22.11ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπι
在距离敌人约四斯塔迪翁时,他命令伊比利安人保持队形并以同样的方式推进,同时对右翼,命令百人队和骑兵中队……