§11.2.1Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον·
ハスドルバルは、これ以前の時期においても、また最期の瞬間においても優れた人物であり、白兵戦の中でその生涯を終えた。
ὃν οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν.
彼を何ら言及することなく見過ごすことはふさわしくない。
§11.2.2ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνεχείρισε, ταῦτα μὲν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται
彼が本性上ハンニバルの兄弟であったこと、そしてイタリアへと出発するにあたってハンニバルが彼にイベリアにおける事績を委ねたこと、これらは以前の箇所で我々によって明らかにされている。
§11.2.3. παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρατηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περιπετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν.
同様に、彼がローマ人に対して多くの戦いを交え、また、カルタゴからイベリアへと相次いで派遣された将軍たちのせいで多くの様々な困難な状況と格闘しながらも、上述のすべての時期において、父バルカにふさわしく、見事に、かつ勇敢に逆境や敗北を耐え抜いたこと、これらもまた以前の叙述を通じて我々は明らかにしてきた。
περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν,
しかし、彼の最期の戦いについては、今語ることにしよう。
§11.2.4καθὸ μάλιστα πέφηνεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου.
そこにおいて彼は、我々にとって最も注目と称賛に値する人物として現れたからである。
§11.2.5τοὺς γὰρ πλείστους ἰδεῖν ἔστι τῶν στρατηγῶν καὶ τῶν βασιλέων, ἐπειδὰν συνιστῶνται τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, τὰ μὲν ἐκ τῶν κατορθωμάτων ἔνδοξα καὶ λυσιτελῆ συνεχῶς λαμβάνοντας ὑπὸ τὴν ὄψιν, καὶ πολλάκις ἐφιστάνοντας καὶ διαλογιζομένους πῶς ἑκάστοις χρήσονται, κατὰ λόγον σφίσι χωρησάντων τῶν πραγμάτων,
というのも、将軍や王たちの大部分は、国の命運をかけた決戦に臨むにあたり、成功から得られる栄誉や利益を絶えず目の前に描き、物事が自分たちの思い通りに運んだ場合に、それらをどのように利用するかをしばしば深く考え、思いを巡らせているのを見るからである。
§11.2.6τὰ δʼ ἐκ τῶν ἀποπτωμάτων οὐκέτι πρὸ ὀφθαλμῶν τιθεμένους, οὐδʼ ἐν νῷ λαμβάνοντας πῇ καὶ τί πρακτέον ἑκάστοις ἐστὶ κατὰ τὰς περιπετείας.
しかし、失敗から生じる事態はもはや目の前に置かず、逆境において自分たちがどのように、また何をなすべきかを心に留めることもしない。
καίτοι τὸ μὲν ἕτοιμόν ἐστι, τὸ δὲ πολλῆς δεῖται προνοίας.
だが、前者は容易なことであるが、後者は多くの予見を必要とするのである。
§11.2.7τοιγαροῦν οἱ πλεῖστοι διὰ τὴν αὑτῶν ἀγεννίαν καὶ τὴν ἐν τούτοις ἀβουλίαν αἰσχρὰς μὲν ἐποίησαν τὰς ἥττας, εὐγενῶς πολλάκις ἠγωνισμένων τῶν στρατιωτῶν, κατῄσχυναν δὲ τὰς πρὸ τούτου πράξεις, ἐπονείδιστον δὲ σφίσι τὸν καταλειπόμενον ἐποίησαν βίον.
それゆえ、彼らの多くは、自身の卑劣さとこれらに対する無計画さのために、兵士たちがしばしば勇敢に戦ったにもかかわらず、恥ずべき敗北を喫し、それ以前の事績に泥を塗り、自分たちの残りの生涯を恥辱に満ちたものにしてしまったのである。
§11.2.8διότι δὲ πολλοὶ τῶν ἡγουμένων περὶ τοῦτο τὸ μέρος σφάλλονται, καὶ διότι μεγίστην ἐν τούτοις ἔχει διαφορὰν ἀνὴρ ἀνδρός, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν·
多くの指導者たちがこの点において過ちを犯すこと、そしてこの点において人によって極めて大きな違いがあることは、望む者にとって容易に理解できる。
πολλὰ γὰρ ὑποδείγματα τῶν τοιούτων πεποίηκεν ὁ προγεγονὼς χρόνος.
過去の歴史がそのような例を数多く示してきたからである。
§11.2.9Ἀσδρούβας δʼ, ἕως μὲν ἦν ἐλπὶς ἐκ τῶν κατὰ λόγον τοῦ δύνασθαι πράττειν ἄξιόν τι τῶν προβεβιωμένων, οὐδενὸς μᾶλλον προενοεῖτο κατὰ τοὺς κινδύνους ὡς τῆς αὑτοῦ σωτηρίας·
しかしハスドルバルは、道理にかなった予測から、これまでの生涯にふさわしい成果をあげることができるという希望がある限り、危機にあっても自身の安全以上に配慮したものはなかった。
§11.2.10ἐπεὶ δὲ πάσας ἀφελομένη τὰς εἰς τὸ μέλλον ἐλπίδας ἡ τύχη συνέκλεισε πρὸς τὸν ἔσχατον καιρόν, οὐδὲν παραλιπὼν οὔτε περὶ τὴν παρασκευὴν οὔτε κατὰ τὸν κίνδυνον πρὸς τὸ νικᾶν, οὐχ ἧττον πρόνοιαν εἶχε καὶ τοῦ σφαλεὶς τοῖς ὅλοις ὁμόσε χωρῆσαι τοῖς παροῦσι καὶ μηδὲν ὑπομεῖναι τῶν προβεβιωμένων ἀνάξιον.
しかし、運命が将来へのすべての希望を奪い去り、彼を最期の瞬間に追い詰めたとき、彼は準備においても危機における戦いにおいても勝利のために何一つ怠らなかったが、同時に、大勢において敗北した場合には、目の前の現実に毅然と立ち向かい、これまでの生涯にふさわしくないことを何一つ甘んじて受け入れないよう、同様の配慮を払っていた。
§11.2.11ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω περὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων, ἵνα μήτε προπετῶς κινδυνεύοντες σφάλλωσι τὰς τῶν πιστευσάντων ἐλπίδας μήτε φιλοζωοῦντες παρὰ τὸ δέον αἰσχρὰς καὶ
それゆえ、これらのことは、実務に携わる人々について我々が述べるべきことである。 それは、彼らが軽率に危険に身をさらして自らを信じる者たちの希望を裏切ることのないように、また、必要以上に生に執着して、恥ずべき、かつ