§11.3.1ἐπονειδίστους ποιῶσι τὰς αὑτῶν περιπετείας·
不名誉なものに自らの逆境をすることのないようにするためである。
Ῥωμαῖοι δὲ τῇ μάχῃ κατορθώσαντες παραυτίκα μὲν τὸν χάρακα διήρπαζον τῶν ὑπεναντίων, καὶ πολλοὺς μὲν τῶν Κελτῶν ἐν ταῖς στιβάσι κοιμωμένους διὰ τὴν μέθην κατέκοπτον ἱερείων τρόπον·
一方、ローマ人たちは戦いに勝利を収めると、ただちに敵の陣地を略奪し、泥酔のために草の寝床で眠りこけているケルト人の多くを、生贄の獣のように切り殺した。
§11.3.2συνῆγον δὲ καὶ τὴν λοιπὴν τῶν αἰχμαλώτων λείαν, ἀφʼ ἧς εἰς τὸ δημόσιον ἀνήχθη πλείω τῶν τριακοσίων ταλάντων.
また、捕虜を含む残りの戦利品をかき集めたが、そこから国庫には300タラントン以上がもたらされた。
§11.3.3ἀπέθανον δὲ τῶν μὲν Καρχηδονίων κατὰ τὴν μάχην σὺν τοῖς Κελτοῖς οὐκ ἐλάττους μυρίων, τῶν δὲ Ῥωμαίων περὶ δισχιλίους.
カルタゴ人の側は、ケルト人を含めて戦闘で1万人を下らない死者を出したが、ローマ人の側は約2000人であった。
ἑάλωσαν δὲ καὶ ζωγρίᾳ τινὲς τῶν ἐνδόξων Καρχηδονίων, οἱ δὲ λοιποὶ κατεφθάρησαν.
また、何人かの高名なカルタゴ人が生け捕りにされ、残りの者は討ち死にした。
§11.3.4τῆς δὲ φήμης ἀφικομένης εἰς τὴν Ῥώμην τὴν μὲν ἀρχὴν ἠπίστουν τῷ λίαν βούλεσθαι τοῦτο γενόμενον ἰδεῖν·
その知らせがローマに届いたとき、人々は最初、このことが実現するのを切に望むあまり、信じようとしなかった。
§11.3.5ἐπειδὴ δὲ καὶ πλείους ἧκον, οὐ μόνον τὸ γεγονός, ἀλλὰ καὶ τὰ κατὰ μέρος διασαφοῦντες, τότε δὴ χαρᾶς ὑπερβαλλούσης ἦν ἡ πόλις πλήρης, καὶ πᾶν μὲν τέμενος ἐκοσμεῖτο, πᾶς δὲ ναὸς ἔγεμε πελάνων καὶ θυμάτων,
しかし、さらに多くの使者が到着し、起こった出来事だけでなく、詳細をも明らかにするに及んで、そのときこそ、市は並外れた喜びに満ちあふれ、すべての神域は飾られ、すべての神殿は供物や犠牲の煙で満ちた。
§11.3.6καθόλου δʼ εἰς τοιαύτην εὐελπιστίαν παρεγένοντο καὶ θάρσος ὥστε πάντας τὸν Ἀννίβαν, ὃν μάλιστα πρότερον ἐφοβήθησαν, τότε μηδʼ ἐν Ἰταλίᾳ νομίζειν παρεῖναι.
総じて、彼らは非常に大きな希望と確信を抱くに至ったため、以前は最も恐れていたハンニバルが、今やイタリアにさえ存在していないと誰もがみなすほどであった。
§11.3.7ὁ δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δʼ ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δʼ ἐναντίον.
しかし彼は、述べられた言葉はもっともらしさをたたえているものの、真実はそうではなく、むしろその逆であると言った。
—
──