§11.1a.1ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐ προγραφὰς ἐν ταύτῃ τῇ βίβλῳ, καθάπερ οἱ πρὸ ἡμῶν, ἀλλὰ καὶ προεκθέσεις καθʼ ἑκάστην ὀλυμπιάδα πεποιήκαμεν τῶν πράξεων.
おそらく、一部の人々は、私たちがこの巻において、先人たちのように目次を設けるのではなく、各オリンピア期ごとに出来事の事前要約を設けたのはなぜか、と不審に思うかもしれない。
§11.1a.2ἐγὼ δὲ κρίνω χρήσιμον μὲν εἶναι καὶ τὸ τῶν προγραφῶν γένος·
私は、目次という形式もまた有用であると考えている。
καὶ γὰρ εἰς ἐπίστασιν ἄγει τοὺς ἀναγινώσκειν θέλοντας καὶ συνεκκαλεῖται καὶ παρορμᾷ πρὸς τὴν ἀνάγνωσιν τοὺς ἐντυγχάνοντας, πρὸς δὲ τούτοις πᾶν τὸ ζητούμενον ἑτοίμως ἔνεστιν εὑρεῖν διὰ τούτου·
なぜなら、それは読もうとする人々の注意を引きつけ、本を手にする人々を読書へと誘い、促すからであり、その上、それを通じて探している事柄すべてを容易に見出すことができるからである。
§11.1a.3θεωρῶν δὲ διὰ πολλὰς αἰτίας καὶ τὰς τυχούσας ὀλιγωρούμενον καὶ φθειρόμενον τὸ τῶν προγραφῶν γένος, οὕτως καὶ διὰ ταῦτα πρὸς τοῦτο τὸ μέρος κατηνέχθην·
しかし、多くの、そしてありふれた理由によって、目次というものが軽視され、損なわれているのを見て、私はこのように、またこれらの理由によって、こちらの方法へと傾いたのである。
§11.1a.4τῆς γὰρ προεκθέσεως οὐ μόνον ἰσοδυναμούσης πρὸς τὴν προγραφήν, ἀλλὰ καὶ πλεῖόν τι δυναμένης, ἅμα δὲ καὶ χώραν ἐχούσης ἀσφαλεστέραν διὰ τὸ συμπεπλέχθαι τῇ πραγματείᾳ,
というのも、事前要約は、目次と同等の効力を持つだけでなく、それ以上の効果を持ち、同時に、歴史の叙述そのものに組み込まれているために、より安全な地位を保てるからである。
§11.1a.5τούτῳ μᾶλλον ἐδοκιμάσαμεν χρῆσθαι τῷ μέρει παρʼ ὅλην τὴν σύνταξιν πλὴν ἓξ τῶν πρώτων βυβλίων·
それゆえ私は、最初の6巻を除く全著作を通じて、むしろこの方法を用いることを好んだのである。
ἐν ἐκείνοις δὲ προγραφὰς ἐποιησάμεθα διὰ τὸ μὴ λίαν ἐναρμόζειν ἐν αὐτοῖς τὸ τῶν προεκθέσεων γένος.
しかし、それらの巻においては、事前要約という形式がうまく適合しなかったため、私たちは目次を設けた。