§10.49.1γενομένης δὲ τῆς προσαγγελίας διότι συμβαίνει τὸν μὲν Εὐθύδημον μετὰ τῆς δυνάμεως εἶναι περὶ Ταπουρίαν, μυρίους δʼ ἱππεῖς προκαθίζεσθαι φυλάττοντας τὰς περὶ τὸν Ἄριον ποταμὸν διαβάσεις, ἔκρινε τὴν πολιορκίαν ἀπογνοὺς ἔχεσθαι τῶν προκειμένων.
エウテュデモスが軍勢とともにタプリアの近くにおり、1万人の騎兵がアリオス川の渡河地点を守るためにあらかじめ配置されているという報告が届くと、王は包囲戦を断念して、目の前の計画に取りかかることを決意した。
§10.49.2ἀπέχοντος δὲ τοῦ ποταμοῦ τριῶν ἡμερῶν ὁδόν, ἐπὶ μὲν ἡμέρας δύο σύμμετρον ἐποιήσατο τὴν πορείαν, τῇ δὲ τρίτῃ μετὰ τὸ δειπνῆσαι τοῖς ἄλλοις ἅμα τῷ φωτὶ ποιεῖσθαι παρήγγειλε τὴν ἀναζυγήν, αὐτὸς δʼ ἀναλαβὼν τοὺς ἱππέας καὶ τοὺς εὐζώνους, §10.49.3ἅμα δὲ πελταστὰς μυρίους, προῆγε νυκτός, πορείᾳ χρώμενος ἐνεργῷ.
川が3日の道のり離れていたので、最初の2日間は適度な速度で行軍し、3日目には、他の者たちには食事をとった後に夜明けとともに出発するよう命じたが、彼自身は騎兵と軽装兵を率い、同時に1万人の軽装盾兵も伴って、夜の間に進軍し、急速な行軍を行った。
§10.49.4τοὺς γὰρ ἱππεῖς ἐπυνθάνετο τῶν ὑπεναντίων τὰς μὲν ἡμέρας ἐφεδρεύειν παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, τὰς δὲ νύκτας ὑποχωρεῖν πρός τινα πόλιν οὐκ ἔλαττον εἴκοσι σταδίων διέχουσαν.
というのも、敵の騎兵たちは、昼の間は川の岸辺で警戒に当たり、夜の間は20スタディオン以上離れたある都市へと退却することを聞き知っていたからである。
διανύσας δὲ νύκτωρ τὴν καταλειπομένην ὁδόν, §10.49.5ἅτε τῶν πεδίων ἱππασίμων ὑπαρχόντων, ἔφθασε περαιώσας τὸν ποταμὸν ἅμα τῷ φωτὶ τὸ πλεῖστον μέρος τῆς μεθʼ ἑαυτοῦ δυνάμεως.
夜のうちに残りの道のりを踏破すると、平原が馬の通行に適していたこともあり、彼は夜明けとともに、同行していた軍勢の大部分を先んじて渡河させることに成功した。
§10.49.6οἱ δὲ τῶν Βακτριανῶν ἱππεῖς, σημηνάντων αὐτοῖς τῶν σκοπῶν τὸ γεγονός, ἐξεβοήθουν, καὶ κατὰ πορείαν συνέμισγον τοῖς ὑπεναντίοις.
バクトリアの騎兵たちは、物見たちがこの出来事を知らせると出撃し、行軍の途上で敵と衝突した。
§10.49.7ὁ δὲ βασιλεύς, θεωρῶν ὅτι δεῖ δέξασθαι τὴν πρώτην ἐπιφορὰν τῶν πολεμίων, παρακαλέσας τοὺς περὶ αὐτὸν εἰθισμένους κινδυνεύειν τῶν ἱππέων δισχιλίους, τοῖς μὲν ἄλλοις παρήγγειλε κατὰ σημαίας καὶ κατʼ οὐλαμοὺς αὐτοῦ παρεμβαλεῖν καὶ λαμβάνειν ἑκάστους τὰς εἰθισμένας τάξεις,
王は、敵の最初の突撃を受け止めねばならないことを見て取り、自分の周囲で危険に身を投じることに慣れている騎兵のうち2000人を鼓舞し、他の者たちには、部隊ごと、また騎兵隊ごとにその場で布陣し、それぞれ通常の隊列をとるよう命じた。
§10.49.8αὐτὸς δὲ μετὰ τῶν προειρημένων ἱππέων ἀπαντήσας συνέβαλε τοῖς πρώτοις ἐπιφερομένοις τῶν Βάκτρων.
そして自身は、前述の騎兵たちとともに敵を迎え撃ち、バクトリア勢の最初に突撃してきた者たちと衝突した。
§10.49.9δοκεῖ δὲ κατὰ τοῦτον τὸν κίνδυνον Ἀντίοχος ἀγωνίσασθαι διαπρεπέστατα τῶν μεθʼ αὑτοῦ.
この戦闘において、アンティオコスは同行していた者たちの中で最も目覚ましく戦ったと思われる。
§10.49.10πολλοὶ μὲν οὖν ἀμφοτέρων διεφθάρησαν, ἐπεκράτησαν δὲ τῆς πρώτης ἱππαρχίας οἱ μετὰ τοῦ βασιλέως·
こうして双方に多くの死傷者が出たが、王に付き従う者たちが最初の騎兵部隊を制圧した。
τῆς δὲ δευτέρας καὶ τρίτης ἐπιφερομένης ἐπιέζοντο καὶ κακῶς ἀπήλλαττον.
しかし、第2、第3の部隊が突撃してくると、彼らは圧迫され、窮地に陥った。
§10.49.11κατὰ δὲ τὸν καιρὸν τοῦτον, τῶν πλείστων ἱππέων ἐκτεταγμένων ἤδη, Παναίτωλος ἐπαγαγεῖν παραγγείλας τὸν μὲν βασιλέα καὶ τοὺς μετʼ αὐτοῦ κινδυνεύοντας ἐδέξατο, τοὺς δὲ τῶν Βακτριανῶν ἐπιφερομένους ἀτάκτως ἐκ μεταβολῆς προτροπάδην ἠνάγκασε φυγεῖν.
この時に、大半の騎兵がすでに戦列を整えていたので、パナイトロスは前進を命じて、王と彼とともに危険に直面していた者たちを迎え入れて保護し、乱れて突撃してきていたバクトリア勢を反転させ、一目散に敗走せざるを得なくした。
§10.49.12ἐκεῖνοι μὲν οὖν, τῶν περὶ τὸν Παναίτωλον αὐτοῖς ἐπικειμένων, οὐ πρότερον ἔστησαν ἕως οὗ συνέμιξαν τοῖς περὶ τὸν Εὐθύδημον, τοὺς πλείστους ἀπολωλεκότες αὑτῶν·
それゆえ、彼らはパナイトロスの一行に追撃され、自分たちの大部分を失うまで、エウテュデモスの一行に合流するまで立ち止まることはなかった。
οἱ δὲ τοῦ βασιλέως ἱππεῖς, §10.49.13πολλοὺς μὲν φονεύσαντες, πολλοὺς δὲ ζωγρίᾳ λαβόντες, ἀνεχώρουν.
他方、王の騎兵たちは、多くの者を殺害し、また多くの者を生け捕りにして引き揚げた。
καὶ τότε μὲν αὐτοῦ παρὰ τὸν ποταμὸν ηὐλίσθησαν·
そしてその夜は、その場、川のそばで野営した。
§10.49.14ἐν δὲ τούτῳ τῷ κινδύνῳ τὸν μὲν ἵππον συμβαίνει ἀποθανεῖν τραυματισθέντα, αὐτὸν δὲ πληγέντα διὰ τοῦ στόματος ἀποβαλεῖν τινας· τῶν ὀδόντων, καθόλου δὲ φήμην ἐπʼ ἀνδρείᾳ περιποιήσασθαι τότε μάλιστα.
この戦闘において、王の馬は傷を負って死ぬことになり、王自身も口を打たれて数本の歯を失ったが、全体として、この時とりわけ、勇敢さについての多大な名声を得ることになった。
§10.49.15γενομένης δὲ τῆς μάχης ταύτης ὁ μὲν Εὐθύδημος καταπλαγεὶς ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς πόλιν Ζαριάσπαν τῆς Βακτριανῆς.
この戦いが終わると、エウテュデモスは恐れをなして、軍勢を率いてバクトリアの都市ザリアスパへと退却した。