§11.19.1τίς οὐκ ἂν ἐπισημήναιτο τὴν ἡγεμονίαν καὶ τὴν ἀρετὴν καὶ τὴν δύναμιν ἐν τοῖς ὑπαίθροις τἀνδρός, βλέψας εἰς τὸ μῆκος τούτου τοῦ χρόνου,
誰が、この男の戦場における指揮能力と、卓越性と、力量を称賛せずにいられるだろうか。
§11.19.2καὶ συνεπιστήσας αὑτὸν ἐπί τε τὰς καθόλου καὶ τὰς κατὰ μέρος μάχας καὶ πολιορκίας καὶ πόλεων μεταβολὰς καὶ περιστάσεις καιρῶν, ἐπί τε τὴν περιοχὴν τῆς ὅλης ἐπιβολῆς καὶ πράξεως,
もしこの期間の長さに目を向け、そして、全体的あるいは局地的な戦闘、包囲攻撃、都市の寝返り、危急の時局、ならびにその企てと行動全体の範囲に自らの心を向けるならば。
§11.19.3ἐν ᾗ συνεχῶς Ἀννίβας ἑκκαίδεκα πολεμήσας ἔτη Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν οὐδέποτε διέλυσε τὰς δυνάμεις ἐκ τῶν ὑπαίθρων, ἀλλὰ συνέχων ὑφʼ αὑτόν, ὥσπερ ἀγαθὸς κυβερνήτης, ἀστασίαστα διετήρησε τοσαῦτα πλήθη καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλληλα, καίπερ οὐχ οἷον ὁμοεθνέσιν, ἀλλʼ οὐδʼ ὁμοφύλοις χρησάμενος στρατοπέδοις.
その中でハンニバルは、イタリアにおいてローマ人と16年間絶え間なく戦い、一度も軍隊を戦場から解散させることなく、むしろ優れた舵手のように、これほど多くの群衆を、自分に対しても互いの間でも内紛が起きないように維持した。 彼が用いた軍隊は、同国人どころか、同じ種族でさえなかったにもかかわらず。
εἶχε γὰρ Λίβυας, §11.19.4Ἴβηρας, Λιγυστίνους, Κελτούς, Φοίνικας, Ἰταλούς, Ἕλληνας, οἷς οὐ νόμος, οὐκ ἔθος, οὐ λόγος, οὐχ ἕτερον οὐδὲν ἦν κοινὸν ἐκ φύσεως πρὸς ἀλλήλους.
なぜなら、彼はリビア人、イベリア人、リグリア人、ケルト人、フェニキア人、イタリア人、ギリシア人を擁しており、彼らには法も、慣習も、言語も、その他生まれつき互いに共通するものは何一つなかったからである。
§11.19.5ἀλλʼ ὅμως ἡ τοῦ προεστῶτος ἀγχίνοια τὰς τηλικαύτας καὶ τοιαύτας διαφορὰς ἑνὸς ἐποίει προστάγματος ἀκούειν καὶ μιᾷ πείθεσθαι γνώμῃ, καίπερ οὐχ ἁπλῆς οὔσης τῆς περιστάσεως, ἀλλὰ καὶ ποικίλης, καὶ πολλάκις μὲν αὐτοῖς λαμπρᾶς ἐπιπνεούσης τῆς τύχης, ποτὲ δὲ τοὐναντίον.
それにもかかわらず、指導者の機知は、これほど大きく、またそのような相違を持つ人々を、一つの命令に従わせ、一つの意志に服従させた。 置かれた状況は単純ではなく、むしろ多様であり、しばしば彼らに幸運の風が輝かしく吹くこともあれば、時にはその逆のこともあったにもかかわらず。
§11.19.6ἐξ ὧν εἰκότως ἄν τις θαυμάσειε τὴν τοῦ προεστῶτος δύναμιν ἐν τούτῳ τῷ μέρει, καὶ θαρρῶν εἴπειεν ὡς εἴπερ ποιησάμενος τὴν ἀρχὴν ἐπʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπὶ τελευταίους ἦλθε Ῥωμαίους, οὐδὲν ἂν τῶν προτεθέντων αὐτὸν διέφυγε.
これらのことから、人は当然ながらこの点における指導者の力に驚嘆するであろうし、もし彼が世界の他の地域から征服を始めて最後にローマ人に立ち向かっていたならば、計画したことの何一つとして彼から逃れることはなかったであろうと、確信を持って言うであろう。
§11.19.7νῦν δʼ, ἐφʼ οὓς ἔδει τελευταίους ἐλθεῖν, ἀπὸ τούτων ἀρξάμενος, ἐν τούτοις ἐποιήσατο καὶ τὴν ἀρχὴν τῶν πράξεων καὶ τὸ τέλος.
しかし現実には、最後に立ち向かうべきであった人々から始めたために、この人々との間で、自らの行動の始まりも終わりも迎えることになったのである。