§11.20.1οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ.
さて、ハスドルバルらは、冬営を行っていた諸都市から軍隊を集めて進軍し、イリパと呼ばれる都市から遠くない場所に、山の麓に柵を設けて陣を張り、前方に戦闘や合戦に適した平原を置いて布陣した。
πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας, §11.20.2ἱππεῖς δὲ τετρακισχιλίους, θηρία δὲ δυσὶ πλείω τῶν τριάκοντα.
歩兵の数は約七万に達し、騎兵は四千、戦象は三十二頭であった。
§11.20.3Πόπλιος δὲ Μάρκον μὲν Ἰούνιον ἐξαπέστειλε πρὸς Κολίχαντα, παραληψόμενον τὰς ἑτοιμασθείσας αὐτῷ παρὰ τούτου δυνάμεις·
プブリウスはマルクス・ユニウスをコリハスのところへ派遣し、彼が用意しておいた軍勢を受け取らせることにした。
αὗται δʼ ἦσαν πεζοὶ μὲν τρισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι·
これらは歩兵三千、騎兵五百であった。
τοὺς δὲ λοιποὺς συμμάχους αὐτὸς παρελάμβανε, §11.20.4προάγων καὶ ποιούμενος τὴν πορείαν ἐπὶ τὸ προκείμενον.
一方、彼自身は残りの同盟軍を引き連れ、前進して、予定の目的地へと行軍を続けた。
§11.20.5ἐγγίσας δὲ τῷ Κασταλῶνι καὶ τοῖς περὶ Βαίκυλα τόποις, καὶ συμμίξας ἐνθάδε τῷ Μάρκῳ καὶ ταῖς παρὰ τοῦ Κολίχαντος δυνάμεσιν, εἰς πολλὴν ἀπορίαν ἐνέπιπτε περὶ τῶν ἐνεστώτων.
カスタロおよびバイクラ周辺の地域に近づき、ここでマルクスおよびコリハスからの軍勢と合流すると、彼は直面している状況について大きな苦境に陥った。
§11.20.6χωρὶς γὰρ τῶν συμμάχων οὐκ ἀξιόχρεοι παρῆσαν αἱ Ῥωμαϊκαὶ δυνάμεις αὐτῷ πρὸς τὸ διακινδυνεύειν· τὸ δʼ ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ τῶν ὅλων κινδυνεύειν ἐπισφαλὲς ἐδόκει καὶ λίαν εἶναι παράβολον.
同盟軍なしでは、ローマの軍勢は彼にとって決戦を挑むのに十分な規模ではなかったし、かといって、同盟軍に希望を託して全般的な勝敗を賭けて戦うことは、危険でありあまりにも無謀であると思われたからである。
§11.20.7οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν παρασκευάζειν τοῖς ὑπεναντίοις,
しかしながら、困惑しつつも、事態に追い詰められた彼は、イベリア人(同盟軍)を次のように利用することに決めた。
§11.20.8τὸν δʼ ἀγῶνα ποιεῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων.
すなわち、敵に対しては見せかけの脅威を与える一方で、実際の戦闘は自軍の兵士たちによって行わせるというものである。
ταῦτα δὲ προθέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ περὶ τρισχιλίους.
これらを方針として決定した上で、彼は全軍とともに出発した。 歩兵は約四万五千、騎兵は約三千であった。
§11.20.9ἐγγίσας δὲ τοῖς Καρχηδονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων.
カルタゴ軍に近づき、敵の視野に入ると、彼は敵の向かいにあるいくつかの丘のあたりに陣を敷いた。