Humanitext Reader

ポリュビオス · 歴史 §11.18.1-11.18.10

マカニダスの討死とアカイア同盟の勝利

714 / 1311 箇所 · ギリシア語

要旨

フィロポイメンは塹壕でマハニダスを自ら討ち取る。アカイア軍は勢いに乗ってテゲアを即座に制圧し、ラコニカ全域を攻略してラケダイモン軍に大勝を収めた。

§11.18.1ὁ δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας· §11.18.2αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετʼ αὐτοῦ· §11.18.3δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς. §11.18.4ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς ὁ Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δόρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πληγὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε τὸν τύραννον. §11.18.5τὸ δὲ παραπλήσιον ἐγίνετο καὶ περὶ τὸν Ἀρηξίδαμον ὑπὸ τῶν παρίππων. ὁ δὲ τρίτος ἀπογνοὺς τὴν διάβασιν διέφυγε τὸν κίνδυνον κατὰ τὸν τῶν προειρημένων φόνον. §11.18.6πεσόντων δʼ ἀμφοτέρων, εὐθέως οἱ περὶ τὸν Σιμίαν, σκυλεύσαντες τοὺς νεκροὺς καὶ συναφελόντες ἅμα τοῖς ὅπλοις τὴν τοῦ τυράννου κεφαλήν, ἠπείγοντο πρὸς τοὺς διώκοντας, §11.18.7σπεύδοντες ἐπιδεῖξαι τοῖς ὄχλοις τὴν ἀπώλειαν τοῦ τῶν ὑπεναντίων ἡγεμόνος χάριν τοῦ πιστεύσαντας ἔτι μᾶλλον ἀνυπόπτως καὶ τεθαρρηκότως ποιήσασθαι τὸν ἐπιδιωγμὸν τῶν ὑπεναντίων ἕως τῆς Τεγεατῶν πόλεως. §11.18.8ὃ καὶ μεγάλα συνεβάλετο πρὸς τὴν ὁρμὴν τῶν ὄχλων· οὐ γὰρ ἥκιστα διὰ τούτων τῆς μὲν Τεγέας ἐξ ἐφόδου κύριοι κατέστησαν, ταῖς δʼ ἐχομέναις παρὰ τὸν Εὐρώταν ἐστρατοπέδευον, κρατοῦντες ἤδη τῶν ὑπαίθρων ἀναμφισβητήτως. §11.18.9καὶ πολλῶν χρόνων οὐ δυνάμενοι τοὺς πολεμίους ἐκ τῆς οἰκείας ἀπώσασθαι, τότε πᾶσαν ἀδεῶς ἐπόρθουν αὐτοὶ τὴν Λακωνικήν, §11.18.10τῶν μὲν ἰδίων οὐ πολλοὺς ἀπολωλεκότες ἐν τῇ μάχῃ, τῶν δὲ Λακεδαιμονίων ἀπεκτακότες μὲν οὐκ ἐλάττους τῶν τετρακισχιλίων, ζωγρίᾳ δʼ εἰληφότες ἔτι πλείους τούτων, ὁμοίως δὲ καὶ τῆς ἀποσκευῆς κεκυριευκότες ἁπάσης καὶ τῶν ὅπλων.
一方、フィロポイメンは、紫色の外套と馬の装飾からマハニダスであることを見破り、アナクシダモスとその部下たちを残して、通路を注意深く監視し、傭兵たちを一人も容赦しないよう命じた。なぜなら、彼らこそがスパルタにおける僭主政治を常に増長させてきた者たちだからである。彼自身は、当時護衛として従えていたキュパリシアのポリュアイノスとシミアスを伴い、堀の反対側から、僭主およびその同行者たちと並行して進んだ。というのも、当時マハニダスに合流していたのは、アレクシダモスと傭兵のうちの一人の二人だけであったからである。そして、マハニダスが堀の渡りやすい場所で馬に拍車を当て、無理に馬を進めて渡ろうとしたまさにその時、フィロポイメンは向きを変えて彼に立ち向かい、槍で致命傷を与え、さらに間を置かずに槍の石突きでもう一撃を加え、白兵戦の末にこの僭主を討ち取った。アレクシダモスに対しても、フィロポイメンの傍らを走っていた者たちによって同様のことが起こった。しかし三人目の者は、渡ることを断念し、前述の者たちが殺害される間に危険を逃れた。両者が倒れると、すぐにシミアスとその部下たちは、死体から武具を剥ぎ取り、武器とともに僭主の首を切り落として、追撃中の者たちのもとへと急いだ。これは、敵の指導者の死を兵士の群衆に示し、彼らがそれを確信して、さらに疑いなく勇敢に、テゲア人の都市にいたるまで敵の追撃を行うようにするためであった。このことが群衆の士気を大いに高めた。なぜなら、主としてこれによって彼らは最初の攻撃でテゲアを占領し、続く数日にはエウロタス川沿いに陣を敷き、すでに野外を議論の余地なく支配したからである。そして、長年の間、敵を自国の領土から追い出すことができなかった彼らが、この時は何ら恐れることなく、自らラコニア全土を略奪したのである。彼らはこの戦いで味方の損失を多く出さなかった一方で、ラケダイモン人を四千人以上殺害し、生け捕りにして捕虜とした者はそれ以上であり、同様にすべての行李と武器をも手に入れた。

語釈・文法注

  1. 11.18.4ἅμα δὲ τῷ τὸν Μαχανίδαν ... βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν — 「ἅμα τῷ」に不定詞(ἐπάγειν と διαπερᾶν)が続く構造で、意味上の主語は対格の τὸν Μαχανίδαν。主節の動作に対して「マハニダスが〜するのと同時に、まさにその瞬間に」という時間的同時性を表している。
  2. 11.18.4ἐκ διαλήψεως — 「間を置いて」「続いて」を意味する副詞的表現。フィロポイメンが最初の突き(πατάξας τῷ δόρατι)に続いて、間髪をいれずあるいは一呼吸置いて、さらに別の打撃を加えた一連の連続的戦闘動作を説明している。
  3. 11.18.7χάριν τοῦ πιστεύσαντας ... ποιήσασθαι τὸν ἐπιδιωγμὸν — 「χάριν τοῦ」に目的語として属格化された不定詞(ποιήσασθαι)が続き、「〜するために」という目的を表す。不定詞の意味上の主語は対格分詞の πιστεύσαντας であり、文脈上、追撃するアカイア軍の兵士たち(τοῖς ὄχλοις)を指している。

この箇所を引用する

ポリュビオス, 歴史 §11.18.1-11.18.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.18.1-11.18.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。