Humanitext Reader

波利比奥斯 · 历史 §11.18.1-11.18.10

马哈尼达斯阵亡与亚该亚同盟的胜利

第 714 段,共 1311 段 · 希腊语

内容简介

菲洛皮门在战壕旁亲手击杀了马哈尼达斯。亚该亚军队士气大振,顺势攻占特革亚,蹂躏了拉科尼亚全境,取得了对拉刻代蒙人的决定性胜利。

§11.18.1ὁ δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας·
菲洛皮门根据紫色斗篷和马具认出那是马哈尼达斯,便留下阿纳克西达莫斯及其部下,叮嘱他们要仔细看守通路,不要放过任何一个雇佣兵,因为正是这些人一直在助长斯巴达的僭主统治。
§11.18.2αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετʼ αὐτοῦ·
他自己则带上库帕里西亚的波吕艾诺斯和西米亚斯——当时他用这两位作盾侍——在战壕的另一侧与僭主及其随从并肩前行。
§11.18.3δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς.
因为当时与马哈尼达斯汇合的只有两个人:阿雷克西达莫斯和一名雇佣兵。
§11.18.4ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς ὁ Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δόρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πληγὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε τὸν τύραννον.
当马哈尼达斯在战壕中一处易于通过的地方策马扬鞭,强行驱马跃过并企图渡过时,菲洛皮门转过身来迎击他,用长矛给以致命一击,接着稍作停顿,又用矛尾的铁鐏给了他另一击,亲手杀死了这位僭主。
§11.18.5τὸ δὲ παραπλήσιον ἐγίνετο καὶ περὶ τὸν Ἀρηξίδαμον ὑπὸ τῶν παρίππων.
阿雷克西达莫斯也遭遇了类似的命运,被菲洛皮门身边的随行骑兵击杀。
ὁ δὲ τρίτος ἀπογνοὺς τὴν διάβασιν διέφυγε τὸν κίνδυνον κατὰ τὸν τῶν προειρημένων φόνον.
而第三个人见无法渡过便放弃了,在上述二人被杀时乘机逃离了危险。
§11.18.6πεσόντων δʼ ἀμφοτέρων, εὐθέως οἱ περὶ τὸν Σιμίαν, σκυλεύσαντες τοὺς νεκροὺς καὶ συναφελόντες ἅμα τοῖς ὅπλοις τὴν τοῦ τυράννου κεφαλήν, ἠπείγοντο πρὸς τοὺς διώκοντας, §11.18.7σπεύδοντες ἐπιδεῖξαι τοῖς ὄχλοις τὴν ἀπώλειαν τοῦ τῶν ὑπεναντίων ἡγεμόνος χάριν τοῦ πιστεύσαντας ἔτι μᾶλλον ἀνυπόπτως καὶ τεθαρρηκότως ποιήσασθαι τὸν ἐπιδιωγμὸν τῶν ὑπεναντίων ἕως τῆς Τεγεατῶν πόλεως.
两人倒下后,西米亚斯及其部下立即剥下了死者的铠甲,在收缴武器的同时斩下了僭主的头颅,随即急忙赶往正在追击的队伍那里,急于向士兵群众展示敌方首领的死讯,好让他们更加确信、毫无疑虑且充满勇气地继续追击敌人,一直追到特革亚人的城池。
§11.18.8ὃ καὶ μεγάλα συνεβάλετο πρὸς τὴν ὁρμὴν τῶν ὄχλων· οὐ γὰρ ἥκιστα διὰ τούτων τῆς μὲν Τεγέας ἐξ ἐφόδου κύριοι κατέστησαν, ταῖς δʼ ἐχομέναις παρὰ τὸν Εὐρώταν ἐστρατοπέδευον, κρατοῦντες ἤδη τῶν ὑπαίθρων ἀναμφισβητήτως.
这极大地鼓舞了士兵们的士气;因为主要正是靠着这些,他们初次冲击便占领了特革亚,并在接下来的几天里驻扎在欧罗塔斯河畔,显然已经无可争议地控制了郊野。
§11.18.9καὶ πολλῶν χρόνων οὐ δυνάμενοι τοὺς πολεμίους ἐκ τῆς οἰκείας ἀπώσασθαι, τότε πᾶσαν ἀδεῶς ἐπόρθουν αὐτοὶ τὴν Λακωνικήν, §11.18.10τῶν μὲν ἰδίων οὐ πολλοὺς ἀπολωλεκότες ἐν τῇ μάχῃ, τῶν δὲ Λακεδαιμονίων ἀπεκτακότες μὲν οὐκ ἐλάττους τῶν τετρακισχιλίων, ζωγρίᾳ δʼ εἰληφότες ἔτι πλείους τούτων, ὁμοίως δὲ καὶ τῆς ἀποσκευῆς κεκυριευκότες ἁπάσης καὶ τῶν ὅπλων.
他们多年来一直无法将敌人赶出自己的国土,而此时他们却可以毫无畏惧地亲自去蹂躏整个拉科尼亚,他们在战斗中自己人损失甚少,却消灭了不下四千名拉刻代蒙人,俘获的人数甚至还要多于此数,同时也同样缴获了他们所有的辎重和武器。

词汇与语法注释

  1. 11.18.4ἅμα δὲ τῷ τὸν Μαχανίδαν ... βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν — 此处采用“ἅμα τῷ”引导不定式(即“ἐπάγειν”和“διαπερᾶν”,其逻辑主语为宾格“τὸν Μαχανίδαν”)的结构,表示时间上的同时性,即“正当马哈尼达斯……之时”。
  2. 11.18.4ἐκ διαλήψεως — 副词性短语,意为“有间隔地”或“随后”,描绘了菲洛皮门在完成第一记矛刺(πατάξας τῷ δόρατι)之后,作为后续的独立动作,用矛尾铁鐏(σαυρωτῆρι)进行了追加打击。
  3. 11.18.7χάριν τοῦ πιστεύσαντας ... ποιήσασθαι τὸν ἐπιδιωγμὸν — “χάριν τοῦ”后接带有冠词属格的不定式(此处为“ποιήσασθαι”)表示目的,意为“为了……”。宾格分词“πιστεύσαντας”充当该不定式的逻辑主语,在语境中指代进行追击的亚该亚士兵(“τοῖς ὄχλοις”)。

引用这一段

波利比奥斯, 历史 §11.18.1-11.18.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.18.1-11.18.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。