§11.14.1διὸ δὴ καὶ τότε συνέβαινε τὸ παρὰ τῷ Μαχανίδᾳ ξενικὸν οὕτως ἐκθύμως ἀγωνίζεσθαι καὶ βιαίως ὥστε μηδὲ τοὺς ἐφεδρεύοντας τοῖς ξένοις Ἰλλυριοὺς καὶ θωρακίτας δύνασθαι τὴν ἔφοδον αὐτῶν ὑπομεῖναι, πάντας δʼ ἐκπιεσθέντας φεύγειν προτροπάδην ὡς ἐπὶ τῆς Μαντινείας, ἀπεχούσης τῆς πόλεως ἑπτὰ σταδίους.
それゆえまさにその時も、マカニダス側の傭兵部隊がこのように熱心にかつ激しく戦ったため、彼ら傭兵たちの後方に控えていたイリュリア人や重装歩兵たちでさえもその突撃に持ちこたえることができず、全員が圧倒されて、約七スタディオン離れたマンティネイアの街を目指して一目散に逃走することになった。
§11.14.2ἐν ᾧ δὴ καιρῷ τὸ παρʼ ἐνίοις ἀπορούμενον τότε παρὰ πᾶσιν ὁμολογούμενον ἐγένετο καὶ συμφανές, ὅτι πλεῖστα τῶν κατὰ πόλεμον συντελουμένων παρὰ τὴν τῶν ἡγουμένων ἐμπειρίαν καὶ πάλιν ἀπειρίαν ἐπιτελεῖται.
まさにこのとき、それまで一部の人々の間で疑問とされていたことが、すべての人々の間で合意され、明白な事実となった。 すなわち、戦争において成し遂げられることの大部分は、指揮官たちの経験、あるいは逆にその未経験によって決定されるということである。
§11.14.3μέγα μὲν γὰρ ἴσως καὶ τὸ προτερήματος ἀρχὴν λαβόντα προσθεῖναι τἀκόλουθον, πολὺ δὲ μεῖζον τὸ σφαλέντα ταῖς πρώταις ἐπιβολαῖς μεῖναι παρʼ αὑτὸν καὶ συνιδεῖν τὴν τῶν εὐτυχούντων ἀκρισίαν καὶ συνεπιθέσθαι τοῖς τούτων ἁμαρτήμασιν.
なぜなら、優勢を得る端緒を掴んだ上で、それに伴う勝利を確実なものにすることも、おそらくは偉大なことかもしれないが、最初の打撃で失敗したときに平静を保ち、勝利に湧く敵の無秩序を見抜き、彼らの過ちに乗じて反撃することは、はるかに偉大なことだからである。
§11.14.4ἰδεῖν γοῦν ἔστι πολλάκις τοὺς μὲν ἤδη δοκοῦντας πεπροτερηκέναι μετʼ ὀλίγον τοῖς ὅλοις ἐσφαλμένους, τοὺς δʼ ἐν ἀρχαῖς δόξαντας ἐπταικέναι πάλιν ἐκ μεταβολῆς παρὰ τὴν αὑτῶν ἀγχίνοιαν τὰ ὅλα παραδόξως κατωρθωκότας.
実際、すでに全面的に勝利したと思われた者たちが、まもなく完全に破滅するのを目にすることもあれば、逆に、当初はつまずいたように見えた者たちが、自らの機知によって一転して奇跡的に大勝利を収めるのを目にすることも、しばしばあることである。
§11.14.5ὃ δὴ καὶ τότε προφανῶς ἐδόκει περὶ τοὺς ἡγεμόνας ἀμφοτέρους γεγονέναι.
これこそがまさに、そのとき双方の指揮官について明白に起こったように思われたことであった。
§11.14.6τοῦ γὰρ ξενικοῦ παντὸς ἐγκεκλικότος τοῖς Ἀχαιοῖς καὶ παραλελυμένου τοῦ λαιοῦ κέρως, ὁ μὲν Μαχανίδας ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων, καὶ τοὺς μὲν κατὰ κέρας ὑπεραίρειν τοῖς δὲ κατὰ πρόσωπον ἀπαντᾶν καὶ πειρᾶσθαι τῶν ὅλων, §11.14.7τούτων μὲν οὐδὲν ἔπραξεν, ἀκρατῶς δὲ καὶ μειρακιωδῶς συνεκχυθεὶς τοῖς ἑαυτοῦ μισθοφόροις ἐπέκειτο τοῖς φεύγουσιν, ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα τοὺς ἅπαξ ἐγκλίναντας ἄχρι τῶν πυλῶν συνδιώκειν.
アカイア人側のすべての傭兵が敗走し、左翼が崩壊していたとき、マカニダスは目下の位置にとどまることを諦め、側面から包囲するか、あるいは正面から敵に立ち向かって大局を決しようとすること、これらを何一つ実行せず、自制を欠き若者らしく、自らの傭兵部隊に巻き込まれるようにして逃げる敵の追撃に没頭した。 あたかも、一度敗走した敵を門のところまで追い詰めるには、恐怖それ自体だけでは不十分であるかのように。