§11.12.1ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγενομένην τὴν τῶν ὑπεναντίων δύναμιν ἐπιπορευόμενος τὰ συστήματα τῶν φαλαγγιτῶν παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου.
敵の軍勢が到着したことがすでに十分に目に見えるようになると、フィロポイメンはファランクス兵の部隊を巡り歩き、簡潔に、しかし現在の危機の差し迫りようを力強く示しながら彼らを鼓舞した。
§11.12.2τὰ μὲν οὖν πλεῖστα τῶν λεγομένων ἀσαφῆ συνέβαινε γίνεσθαι·
しかし、言われたことの大部分は聞き取りにくくなってしまった。
διὰ γὰρ τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν τῶν ὄχλων εἰς τοιαύτην ὁρμὴν καὶ προθυμίαν παρέστη τὸ πλῆθος ὥστε παραπλησίαν ἐνθουσιασμῷ. τὴν ἀντιπαράκλησιν γίνεσθαι τῶν δυνάμεων, ἄγειν καὶ θαρρεῖν αὐτὸν παρακελευομένων·
というのも、彼に対する大衆の好意と信頼のゆえに、群衆は熱狂に近い状態に至り、軍勢の歓声が応じ、彼に進撃し自信を持つよう促したからである。
§11.12.3τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονειδίστου δουλείας, τοῖς δʼ ὑπὲρ ἀειμνήστου καὶ λαμπρᾶς ἐλευθερίας συνέστηκεν ὁ παρὼν κίνδυνος.
しかしながら彼は、機会を得るたびに、現在の危機が、一方にとっては恥ずべき不名誉な奴隷状態を、他方にとっては永遠に記憶されるべき輝かしい自由をめぐるものであるということを、きわめて念入りに明らかにしようと努めた。
§11.12.4ὁ δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων·
一方、マカニダスは最初、縦隊によって敵の右翼に攻撃を仕掛けるかのように見せた。
ἐπεὶ δʼ ἐπλησίασε, λαβὼν σύμμετρον ἀπόστημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτείνας ἴσον ἐποίησε τὸ παρʼ αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν.
しかし接近すると、適度な距離をとって軍勢を右へ転回させ、戦列を横に伸ばして、自軍の右翼をアカイア軍の左翼と同じ長さにし、カタパルトを全軍の前面に間隔を空けて配置した。
§11.12.5ὁ δὲ Φιλοποίμην θεασάμενος αὐτοῦ τὴν ἐπιβολήν, ὅτι τοῖς καταπέλταις ἐπενόει βαλὼν εἰς τὰς σπείρας τῶν φαλαγγιτῶν τραυματίζειν τοὺς ἄνδρας καὶ θόρυβον ἐμποιεῖν τοῖς ὅλοις,
一方、フィロポイメンは彼の企み、すなわちカタパルトで射撃してファランクス兵の部隊を負傷させ、全軍に混乱を引き起こそうと意図していることを見抜いた。
§11.12.6οὐκέτι χρόνον ἔδωκεν οὐδʼ ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππικὴν εὐφυεῖς χρείαν.
彼はもはや時間も猶予も与えず、平坦で騎兵の活動に適したポセイディオン周辺の地域において、タラス人騎兵を用いて直ちに戦闘を開始した。
§11.12.7ὁ δὲ Μαχανίδας ὁρῶν τὸ γινόμενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συναφεῖναι τοὺς παρʼ αὑτοῦ Ταραντίνους.
一方、マカニダスはこの事態を見て同様のことをせざるを得なくなり、自軍のタラス人騎兵を解き放った。