Humanitext Reader

波利比奥斯 · 历史 §11.12.1-11.12.7

菲洛皮门的战前动员与战斗爆发

第 708 段,共 1311 段 · 希腊语

内容简介

菲洛皮门鼓舞士气,强调此战关乎自由。马查尼达斯调整阵线并部署投石机企图奇袭,但菲洛皮门派遣塔拉斯骑兵抢占先机,迫使马查尼达斯出兵应对,战斗正式爆发。

§11.12.1ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγενομένην τὴν τῶν ὑπεναντίων δύναμιν ἐπιπορευόμενος τὰ συστήματα τῶν φαλαγγιτῶν παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου.
当敌军的抵达已清晰可见时,菲洛皮门巡视了方阵步兵的各个大队,简短而有力地向他们指出眼前的危险,以此鼓舞他们。
§11.12.2τὰ μὲν οὖν πλεῖστα τῶν λεγομένων ἀσαφῆ συνέβαινε γίνεσθαι· διὰ γὰρ τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν τῶν ὄχλων εἰς τοιαύτην ὁρμὴν καὶ προθυμίαν παρέστη τὸ πλῆθος ὥστε παραπλησίαν ἐνθουσιασμῷ. τὴν ἀντιπαράκλησιν γίνεσθαι τῶν δυνάμεων, ἄγειν καὶ θαρρεῖν αὐτὸν παρακελευομένων·
然而,他所说的大部分话都变得无法听清;因为由于群众对他的好感与信任,士兵们陷入了如此冲动和热诚的状态,以至于军队发出的回应欢呼声几乎等同于狂热,他们纷纷敦促他进军并保持信心。
§11.12.3τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονειδίστου δουλείας, τοῖς δʼ ὑπὲρ ἀειμνήστου καὶ λαμπρᾶς ἐλευθερίας συνέστηκεν ὁ παρὼν κίνδυνος.
不过,只要一有机会,他就极其用心地力图阐明这一点:眼前的这场危机,对于一方而言关乎可耻和备受威胁的奴役,而对于另一方而言则关乎永载史册和光辉灿烂的自由。
§11.12.4ὁ δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων· ἐπεὶ δʼ ἐπλησίασε, λαβὼν σύμμετρον ἀπόστημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτείνας ἴσον ἐποίησε τὸ παρʼ αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν.
另一方面,马查尼达斯起初示意外,仿佛要用纵队方阵去冲击敌军的右翼;但当他逼近时,在保持适当距离的情况下,他将部队向右转弯,并通过向旁延伸战线,使自己右翼的长度与阿凯亚人的左翼相等,并将投石机间隔部署在全军的最前方。
§11.12.5ὁ δὲ Φιλοποίμην θεασάμενος αὐτοῦ τὴν ἐπιβολήν, ὅτι τοῖς καταπέλταις ἐπενόει βαλὼν εἰς τὰς σπείρας τῶν φαλαγγιτῶν τραυματίζειν τοὺς ἄνδρας καὶ θόρυβον ἐμποιεῖν τοῖς ὅλοις, §11.12.6οὐκέτι χρόνον ἔδωκεν οὐδʼ ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππικὴν εὐφυεῖς χρείαν.
而菲洛皮门看穿了他的企图,即马查尼达斯打算用投石机射击方阵兵的大队,从而杀伤人员并使全军陷入混乱,于是他不再给予对方时间或回旋余地,而是通过塔拉斯骑兵,在波塞迪翁周围平坦且适宜骑兵作战的区域,积极地发起了战斗。
§11.12.7ὁ δὲ Μαχανίδας ὁρῶν τὸ γινόμενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συναφεῖναι τοὺς παρʼ αὑτοῦ Ταραντίνους.
马查尼达斯看到正在发生的一切,不得不采取相似的行动,也放出了自己一方的塔拉斯骑兵。

词汇与语法注释

  1. 11.12.1ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγενομένην τὴν τῶν ὑπεναντίων δύναμιν — ἅμα τῷ + 不定词短语的结构。作不定词 εἶναι 主语的是宾格名词短语 τὴν τῶν ὑπεναντίων δύναμιν,分词 παραγενομένην 与其保持一致。形容词 σύνοπτον 为 εἶναι 的表语。整句意为“在敌军的抵达已清晰可见的同时”。
  2. 11.12.1τοῦ παρόντος κινδύνου — 属格。由于 παρακαλέω 通常直接支配宾格(此处为 τὰ συστήματα),该属格是由前方的副词 ἐμφαντικῶς(生动地展现)其名词或形容词性质所引出的修饰关系,或者作为表示内容的属格,译为“(有力地指出)眼前的危险”。
  3. 11.12.2παρακελευομένων — 属格绝对结构的现在分词。其逻辑主语为文脉中所补充的“士兵们”(复数)。虽然指代前句的 τὸ πλῆθος(中性单数)和 τῶν δυνάμεων(女性复数),但此处将它们视作集合名词,通过复数分词来表现个体士兵们“敦促着……”的场景。
  4. 11.12.4ἐπὶ δόρυ — 古希腊军事术语,直译为“向着长枪(即持枪的右手方向)”。与反义词 ἐπʼ ἀσπίδα(向着盾牌,即向左)相对,是表示“向右转弯(回旋)”这一战术机动的惯用表达。
  5. 11.12.5ὅτι τοῖς καταπέλταις ἐπενόει — ὅτι 引导的从句是同位语从句,具体解释前文名词 τὴν ἐπιβολήν(企图、意图)的内容,指明菲洛皮门看穿的具体事实。

引用这一段

波利比奥斯, 历史 §11.12.1-11.12.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.12.1-11.12.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。