§11.11.1ὁ δὲ Μαχανίδας κατατεθαρρηκώς, καὶ νομίζων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν, ἅμα τῷ γνῶναι διότι συνηθροισμένοι τυγχάνουσιν εἰς τὴν Μαντίνειαν,
一方、マカニダスは自信に満ちており、アカイア人の進撃が、彼らが実際にマンティネイアに集結していると知ると同時に、あたかも自分の望み通りに進んでいるかのように考えていた。
§11.11.2παρακαλέσας ἐν Τεγέᾳ τοὺς Λακεδαιμονίους τὰ πρέποντα τοῖς καιροῖς, εὐθέως εἰς τὴν ἐπιοῦσαν, ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, προῆγεν ὡς ἐπὶ τὴν Μαντίνειαν, τῆς μὲν φάλαγγος καθηγούμενος τῷ δεξιῷ κέρατι,
彼はテゲアにおいて、ラケダイモン人たちに状況にふさわしい言葉で鼓舞したのち、直ちに翌日、ちょうど夜が明けかかる頃に、ファランクスの右翼を率いながら、マンティネイアを目指して進軍した。
§11.11.3τοὺς δὲ μισθοφόρους ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρωτοπορείας παραλλήλους ἄγων, ἐπὶ δὲ τούτοις ζεύγη πλῆθος ὀργάνων καὶ βελῶν κομίζοντα καταπελτικῶν.
また、彼は傭兵たちを前衛の両側に並行して進ませ、さらに彼らの後ろには、カタパルト用の多数の器械や矢を運ぶ荷車を従えていた。
§11.11.4κατὰ δὲ τὸν αὐτὸν καιρὸν Φιλοποίμην εἰς τρία μέρη διῃρηκὼς τὴν δύναμιν ἐξῆγεν ἐκ τῆς Μαντινείας, κατὰ μὲν τὴν ἐκ τοῦ Ποσειδῶνος ἱεροῦ φέρουσαν τοὺς Ἰλλυριοὺς καὶ θωρακίτας, ἅμα δὲ τὸ ξενικὸν ἅπαν καὶ τοὺς εὐζώνους, κατὰ δὲ τὴν ἑξῆς ὡς πρὸς τὰς δύσεις τοὺς φαλαγγίτας, ἔτι δὲ κατὰ τὴν ἐχομένην τοὺς πολιτικοὺς ἱππεῖς.
同じ頃、フィロポイメンは軍勢を3つに分けてマンティネイアから出撃させた。 ポセイドン神殿から通じる道からはイリュリア兵と胸甲兵、ならびに全外国籍部隊と軽装兵を、それに隣接する西側の道からはファランクス兵を、さらにそれに隣接する道からは市民騎兵を出撃させた。
§11.11.5τοῖς μὲν οὖν εὐζώνοις κατελάβετο πρώτοις τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὃς ἀνατείνων ἱκανὸν ὑπὲρ τὴν ὁδὸν κεῖται τὴν Ξενίδα καὶ τὸ προειρημένον ἱερόν·
そこでまず、彼は軽装兵たちによって都市の手前にある丘を占領した。 この丘は、クセニス道と上述の神殿の上方にかなり高くそびえ立っている。
τοὺς δὲ θωρακίτας συνάπτων ἐπὶ τὴν μεσημβρίαν κατέστησε.
そして、胸甲兵たちを彼らに隣接させて南に向けて配置した。
τούτοις δὲ συνεχεῖς τοὺς Ἰλλυριοὺς παρενέβαλε.
さらに、これらに連続するようにイリュリア兵を並べて配置した。
§11.11.6μετὰ δὲ τούτους ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τὴν φάλαγγα κατὰ τέλη σπειρηδὸν ἐν διαστήμασιν ἐπέστησε παρὰ τὴν τάφρον τὴν φέρουσαν ἐπὶ τοῦ Ποσειδίου διὰ μέσου τοῦ τῶν Μαντινέων πεδίου καὶ συνάπτουσαν τοῖς ὄρεσι τοῖς συντερμονοῦσι τῇ τῶν Ἐλισφασίων χώρᾳ.
彼らの後に続いて、同じ直線上に、ファランクスを間隔を空けて部隊ごとに整列させた。 それは、マンティネイアの平野の真ん中を通り、エリスファシオン人の土地と境界を接する山々に至る、ポセイディオンへと通じる堀に沿ってのことであった。
§11.11.7πρὸς μὲν τούτοις ἐπὶ τὸ δεξιὸν κέρας ἐπέστησε τοὺς Ἀχαϊκοὺς ἱππεῖς, ὧν Ἀρισταίνετος ἡγεῖτο Δυμαῖος· κατὰ δὲ τὸ λαιὸν αὐτὸς εἶχε τὸ ξενικὸν ἅπαν ἐν ἐπαλλήλοις τάξεσιν.
これらに加えて、右翼にはデュメ出身のアリスタイネトスが率いるアカイアの騎兵を配置し、一方、左翼には、彼自身が全外国籍部隊を縦深のある隊列にして率いていた。