§10.10.1κεῖται μὲν οὖν τῆς Ἰβηρίας κατὰ μέσην τὴν παραλίαν ἐν κόλπῳ νεύοντι πρὸς ἄνεμον λίβα·
さて、[この都市は]イベリアの海岸線のほぼ中央に位置し、南西風(リプス)に向かって開いた湾内にある。
οὗ τὸ μὲν βάθος ἐστὶν ὡς εἴκοσι σταδίων, τὸ δὲ πλάτος ἐν ταῖς ἀρχαῖς ὡς δέκα· λαμβάνει δὲ διάθεσιν λιμένος ὁ πᾶς κόλπος διὰ τοιαύτην αἰτίαν.
この湾の奥行きは約二十スタディオン、入り口の幅は約十スタディオンであり、湾全体が次のような理由から港の性質を帯びている。
§10.10.2νῆσος ἐπὶ τοῦ στόματος αὐτοῦ κεῖται βραχὺν ἐξ ἑκατέρου τοῦ μέρους εἴσπλουν εἰς αὐτὸν ἀπολείπουσα.
その[湾の]入り口には島が横たわっており、両側に湾内へと入る狭い進入路を残している。
§10.10.3ταύτης ἀποδεχομένης τὸ πελάγιον κῦμα συμβαίνει τὸν κόλπον ὅλον εὐδίαν ἴσχειν, πλὴν ἐφʼ ὅσον οἱ λίβες καθʼ ἑκάτερον τὸν εἴσπλουν παρεισπίπτοντες κλύδωνας ἀποτελοῦσι.
この島が外海の波を受け止めるため、湾全体が穏やかに保たれることになる。 ただし、南西風がそれぞれの進入路から吹き込んで波立たせる限りにおいては別である。
§10.10.4τῶν γε μὴν ἄλλων πνευμάτων ἀκλυδώνιστος ὢν τυγχάνει διὰ τὴν περιέχουσαν αὐτὸν ἤπειρον.
それ以外の風に対しては、これを取り囲む本土のおかげで、波が立つことはない。
§10.10.5ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου πρόκειται χερρονησίζον ὄρος, ἐφʼ οὗ κεῖσθαι συμβαίνει τὴν πόλιν, περιεχομένην θαλάττῃ μὲν ἀπʼ ἀνατολῶν καὶ μεσημβρίας, ἀπὸ δὲ τῶν δύσεων λίμνῃ προσεπιλαμβανούσῃ καὶ τοῦ πρὸς ἄρκτον μέρους, §10.10.6ὥστε τὸν λοιπὸν τόπον μέχρι τῆς ἐπὶ θάτερα θαλάττης, ὃς καὶ συνάπτει τὴν πόλιν πρὸς τὴν ἤπειρον, μὴ πλέον ὑπάρχειν ἢ δυεῖν σταδίων.
そして湾の奥には、半島状をなす山が突き出ており、その上に都市が位置している。 この都市は、東と南からは海に、西からは北側にも回り込んでいる湖(潟湖)に囲まれており、その結果、都市を本土へと結びつけている、反対側の海までの残された土地は、二スタディオン以下の幅しかなくなっている。
§10.10.7ἡ δὲ πόλις αὐτὴ μεσόκοιλός ἐστι· κατὰ δὲ τὴν ἀπὸ μεσημβρίας πλευρὰν ἐπίπεδον ἔχει τὴν ἀπὸ θαλάττης πρόσοδον·
都市自体は中央が窪んだ盆地状になっており、南側には海からの平坦な進入路がある。
τὰ δὲ λοιπὰ περιέχεται λόφοις, δυσὶ μὲν ὀρεινοῖς καὶ τραχέσιν, ἄλλοις δὲ τρισὶ πολὺ μὲν χθαμαλωτέροις, σπιλώδεσι δὲ καὶ δυσβάτοις·
その他の部分は丘陵に囲まれており、そのうちの二つは山がちで険しく、他の三つはずっと低いものの、岩だらけで登りにくい。
§10.10.8ὧν ὁ μὲν μέγιστος ἀπὸ τῆς ἀνατολῆς αὐτῇ παράκειται, προτείνων εἰς θάλατταν, ἐφʼ οὗ καθίδρυται νεὼς Ἀσκληπιοῦ.
これらのうち、最も大きなものは東側から都市に隣接して海へと突き出ており、その上にはアスクレピオスの神殿が建てられている。
§10.10.9τούτῳ δʼ ὁ ἀπὸ τῆς δύσεως ἀντίκειται, παραπλησίαν θέσιν ἔχων, ἐφʼ οὗ καὶ βασίλεια κατεσκεύασται πολυτελῶς, ἅ φασιν Ἀσδρούβαν ποιῆσαι, μοναρχικῆς ὀρεγόμενον ἐξουσίας.
これに対向して西側には、同様の配置を持つ別の丘があり、その上には豪華な宮殿が築かれている。 これは、君主制的な権力を志向していたハスドルバルが建設したものと言われている。
§10.10.10αἱ δὲ λοιπαὶ τρεῖς τῶν ἐλαττόνων βουνῶν ὑπεροχαὶ τὸ πρὸς ἄρκτον αὐτῆς μέρος περιέχουσι.
残りの三つのより低い丘の突起部が、都市の北側を取り囲んでいる。
§10.10.11καλεῖται δὲ τῶν τριῶν ὁ μὲν πρὸς ἀνατολὰς νεύων Ἡφαίστου, τούτῳ δʼ ὁ συνεχὴς Ἀλήτου — δοκεῖ δʼ οὗτος εὑρετὴς γενόμενος τῶν ἀργυρείων μετάλλων ἰσοθέων τετευχέναι τιμῶν — ὁ δὲ τρίτος προσαγορεύεται Κρόνου.
これら三つのうち、東を向いているものはヘパイストスの丘と呼ばれ、これに隣接するものはアレーテースの丘と呼ばれる。 アレーテースは銀鉱山を発見したことで神に等しい栄誉を得たとされる。 そして第三の丘はクロノスの丘と名付けられている。
§10.10.12συμβαίνει δὲ τὴν λίμνην τῇ παρακειμένῃ θαλάττῃ σύρρουν γεγονέναι χειροποιήτως χάριν τῶν θαλαττουργῶν.
また、この湖(潟湖)は、海で働く人々の便宜のために、人工的に隣接する海と通じるようにされている。
§10.10.13κατὰ δὲ τὴν τοῦ διείργοντος αὐτὰς χείλους διακοπὴν γέφυρα κατεσκεύασται πρὸς τὸ καὶ τὰ ὑποζύγια καὶ τὰς ἁμάξας ταύτῃ ποιεῖσθαι τὴν παρακομιδὴν τῶν ἐκ τῆς χώρας ἀναγκαίων.
両者を隔てる陸地を切り開いた切り通し(水路)には橋が架けられており、これによって荷獣や荷車が地方から必要な生活物資を運び込めるようになっている。