§10.9.1ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ.
He was making his preparations during the winter.
καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρτίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν.
And having this enterprise and being of the age which I have just mentioned, he kept it a secret from everyone except Gaius Laelius, until he himself judged it time to make it public again.
§10.9.2τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδʼ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα,
Although historians agree with these calculations, when they come to the end of the action, they attribute the success achieved, I know not how, not to the man and his foresight, but to the gods and to fortune.
§10.9.3καὶ ταῦτα χωρὶς τῶν εἰκότων καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας, καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος ὅτι τούτοις τοῖς ἐκλογισμοῖς χρησάμενος, οἷς ἡμεῖς ἀνώτερον ἐξελογισάμεθα, καθόλου τε τοῖς ἐν Ἰβηρίᾳ πράγμασιν ἐπιβάλοιτο καὶ κατὰ μέρος τῇ τῆς Καρχηδόνος πολιορκίᾳ.
And this, quite apart from probability and the testimony of his companions, and despite the fact that Publius himself, in his letter to Philip, clearly explained that it was by employing these very calculations, which we have set forth above, that he undertook both the affairs in Iberia as a whole and the siege of Carthage in detail.
§10.9.4πλὴν τότε γε τῷ μὲν ἐπὶ τοῦ στόλου Γαΐῳ Λαιλίῳ διʼ ἀπορρήτων ἐντειλάμενος παρήγγειλε πλεῖν ἐπὶ τὴν προειρημένην πόλιν — §10.9.5μόνος γὰρ οὗτος αὐτῷ συνῄδει τὴν ἐπιβολήν, καθάπερ ἀνώτερον εἶπον — §10.9.6αὐτὸς δὲ τὰς πεζικὰς δυνάμεις ἀναλαβὼν ἐποιεῖτο τὴν πορείαν μετὰ σπουδῆς.
At any rate, at that time, having given secret instructions to Gaius Laelius, who was in command of the fleet, he ordered him to sail to the aforementioned city— for he alone, as I said above, was privy to his plan— while he himself, taking the infantry forces, made his march with speed.
εἶχε δὲ τὸ μὲν τῶν πεζῶν πλῆθος εἰς δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δʼ εἰς δισχιλίους καὶ πεντακοσίους.
He had about twenty-five thousand infantry and two thousand five hundred cavalry.
§10.9.7ἀφικόμενος δʼ ἑβδομαῖος κατεστρατοπέδευσε κατὰ τὸ πρὸς ἄρκτους μέρος τῆς πόλεως, καὶ περιεβάλετο κατὰ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν τῆς στρατοπεδείας τάφρον καὶ χάρακα διπλοῦν ἐκ θαλάττης εἰς θάλατταν, κατὰ δὲ τὴν πρὸς τὴν πόλιν ἁπλῶς οὐδέν. αὐτὴ γὰρ ἡ τοῦ τόπου φύσις ἱκανὴν ἀσφάλειαν αὐτῷ παρεσκεύαζε.
Arriving on the seventh day, he encamped on the northern side of the city, and on the outer side of his camp he threw up a double trench and palisade running from sea to sea, but on the side facing the city, absolutely nothing, since the natural character of the place itself provided him with sufficient security.
§10.9.8μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθʼ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι.
As we are about to describe both the siege and the capture of the city, we consider it necessary to give our listeners some idea of the surrounding country and its situation.