§10.7.1ἔτι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἱστορῶν ἐν τῇ Ῥώμῃ καὶ πυνθανόμενος ἐπιμελῶς τήν τε προδοσίαν τῶν Κελτιβήρων καὶ τὸν διαζευγμὸν τῶν ἰδίων στρατοπέδων, καὶ συλλογιζόμενος ὅτι παρὰ τοῦτο συμβαίνει τοῖς περὶ τὸν πατέρα γενέσθαι τὴν περιπέτειαν, §10.7.2οὐ κατεπέπληκτο τοὺς Καρχηδονίους οὐδʼ ἥττητο τῇ ψυχῇ, καθάπερ οἱ πολλοί.
因为他早在最初,还在罗马时,就通过调查并悉心询问凯尔特伊比利亚人的背叛以及自军的分裂,并推算出正是由于这些原因,他的父亲及其部下才遭遇了那场灾难,所以他并没有像大多数人那样,被卡太基人吓倒,也没有在精神上屈服。
§10.7.3μετὰ δὲ ταῦτα τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἀκούων μένειν ἐν τῇ πρὸς αὐτοὺς φιλίᾳ, τοὺς δὲ τῶν Καρχηδονίων ἡγεμόνας στασιάζειν μὲν πρὸς σφᾶς, ὑβρίζειν δὲ τοὺς ὑποταττομένους, εὐθαρσῶς διέκειτο πρὸς τὴν ἔξοδον, οὐ τῇ τύχῃ πιστεύων, ἀλλὰ τοῖς συλλογισμοῖς.
此后,他听说埃布罗河此岸的盟友们仍与他们保持着友好关系,而卡太基的将领们则彼此不和,并虐待他们的属臣,因此他对这次出征充满了信心,他所信赖的不是运气,而是自己的计算。
§10.7.4παραγενόμενός γε μὴν εἰς τὴν Ἰβηρίαν, πάντας ἀνακινῶν καὶ παρʼ ἑκάστου πυνθανόμενος τὰ περὶ τοὺς ἐναντίους, ηὕρισκε τὰς μὲν δυνάμεις τῶν Καρχηδονίων εἰς τρία μέρη διῃρημένας· §10.7.5ὧν Μάγωνα μὲν ἐπυνθάνετο διατρίβειν ἐντὸς Ἡρακλείων στηλῶν ἐν τοῖς Κονίοις προσαγορευομένοις, Ἀσδρούβαν δὲ τὸν Γέσκωνος περὶ Τάγου ποταμοῦ στόμα κατὰ τὴν Λυσιτανήν, τὸν δʼ ἕτερον Ἀσδρούβαν πολιορκεῖν τινα πόλιν ἐν τοῖς Καρπητανοῖς, οὐδένα δὲ τῶν προειρημένων ἐλάττω δέχʼ ἡμερῶν ὁδὸν ἀπέχειν τῆς Καινῆς πόλεως.
然而,当他抵达伊比利亚后,他动员了所有人,并向每个人询问关于敌人的情况,发现卡太基人的军队被分成了三个部分;在这些人中,他得知马贡正滞留在被称为“科尼奥伊”的部落所居住的赫拉克勒斯之柱内侧,而吉斯公之子哈斯德鲁巴则在卢西塔尼亚境内塔古斯河口附近,另一个哈斯德鲁巴则在卡尔佩塔尼人境内围攻某座城市,且上述所有人距离“新城”都不少于十天的路程。
§10.7.6νομίζων οὖν, ἐὰν μὲν εἰς μάχην συνιέναι κρίνῃ τοῖς πολεμίοις, τὸ μὲν πρὸς πάντας ἅμα κινδυνεύειν ἐπισφαλὲς εἶναι τελέως καὶ διὰ τὸ προηττῆσθαι τοὺς πρὸ αὐτοῦ καὶ διὰ τὸ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, §10.7.7ἐὰν δὲ πρὸς ἕνα συμβαλεῖν σπεύδων, κἄπειτα τούτου φυγομαχήσαντος, ἐπιγενομένων δὲ τῶν ἄλλων δυνάμεων, συγκλεισθῇ που, κατάφοβος ἦν μὴ ταῖς αὐταῖς Γναΐῳ τῷ θείῳ
因此他认为,如果他决定与敌军交战,那么同时与所有人冒险交战是极其危险的,这既是因为他的前任们此前已经战败,也是因为敌人的数量是他们的数倍;但如果他急于与其中一人交锋,而对方随后避战,其他敌军又赶来支援,导致他在某处被包围,他则非常害怕自己会遭遇与叔父格奈乌斯