§10.49.1γενομένης δὲ τῆς προσαγγελίας διότι συμβαίνει τὸν μὲν Εὐθύδημον μετὰ τῆς δυνάμεως εἶναι περὶ Ταπουρίαν, μυρίους δʼ ἱππεῖς προκαθίζεσθαι φυλάττοντας τὰς περὶ τὸν Ἄριον ποταμὸν διαβάσεις, ἔκρινε τὴν πολιορκίαν ἀπογνοὺς ἔχεσθαι τῶν προκειμένων.
当报告传来,得知欧提德姆斯率领军队在塔普里亚附近,且有一万名骑兵预先驻扎以防守阿里乌斯河的渡口时,王放弃了包围,决定致力于眼前的计划。
§10.49.2ἀπέχοντος δὲ τοῦ ποταμοῦ τριῶν ἡμερῶν ὁδόν, ἐπὶ μὲν ἡμέρας δύο σύμμετρον ἐποιήσατο τὴν πορείαν, τῇ δὲ τρίτῃ μετὰ τὸ δειπνῆσαι τοῖς ἄλλοις ἅμα τῷ φωτὶ ποιεῖσθαι παρήγγειλε τὴν ἀναζυγήν, αὐτὸς δʼ ἀναλαβὼν τοὺς ἱππέας καὶ τοὺς εὐζώνους, §10.49.3ἅμα δὲ πελταστὰς μυρίους, προῆγε νυκτός, πορείᾳ χρώμενος ἐνεργῷ.
由于该河距离有三天的路程,他在头两天里以适度的速度行军;到第三天,在其他人吃过晚饭后,他命令他们在黎明时分拔营,而他自己则带领骑兵和轻装兵,同时携带一万名轻盾兵,在夜间前进,进行快速行军。
§10.49.4τοὺς γὰρ ἱππεῖς ἐπυνθάνετο τῶν ὑπεναντίων τὰς μὲν ἡμέρας ἐφεδρεύειν παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, τὰς δὲ νύκτας ὑποχωρεῖν πρός τινα πόλιν οὐκ ἔλαττον εἴκοσι σταδίων διέχουσαν.
因为他探知敌人的骑兵在白天时于河岸边警戒,而在夜间则退至距离不少于二十斯塔德的一座城市。
διανύσας δὲ νύκτωρ τὴν καταλειπομένην ὁδόν, §10.49.5ἅτε τῶν πεδίων ἱππασίμων ὑπαρχόντων, ἔφθασε περαιώσας τὸν ποταμὸν ἅμα τῷ φωτὶ τὸ πλεῖστον μέρος τῆς μεθʼ ἑαυτοῦ δυνάμεως.
在夜间走完了剩下的路程后,由于平原适合骑行,他在黎明时分成功先于敌人将随行军队的大部分渡过了河。
§10.49.6οἱ δὲ τῶν Βακτριανῶν ἱππεῖς, σημηνάντων αὐτοῖς τῶν σκοπῶν τὸ γεγονός, ἐξεβοήθουν, καὶ κατὰ πορείαν συνέμισγον τοῖς ὑπεναντίοις.
巴克特里亚的骑兵在哨兵向他们报告了所发生的事情后出击,并在行军途中与敌军相遇交战。
§10.49.7ὁ δὲ βασιλεύς, θεωρῶν ὅτι δεῖ δέξασθαι τὴν πρώτην ἐπιφορὰν τῶν πολεμίων, παρακαλέσας τοὺς περὶ αὐτὸν εἰθισμένους κινδυνεύειν τῶν ἱππέων δισχιλίους, τοῖς μὲν ἄλλοις παρήγγειλε κατὰ σημαίας καὶ κατʼ οὐλαμοὺς αὐτοῦ παρεμβαλεῖν καὶ λαμβάνειν ἑκάστους τὰς εἰθισμένας τάξεις,
国王看到必须承受敌人的第一波冲击,便鼓励了身边习惯于随他冒险的二千名骑兵,并命令其他人按旗帜和骑兵队就地列阵,各自进入习惯的阵位。
§10.49.8αὐτὸς δὲ μετὰ τῶν προειρημένων ἱππέων ἀπαντήσας συνέβαλε τοῖς πρώτοις ἐπιφερομένοις τῶν Βάκτρων.
他自己则与上述骑兵一同迎战,与最先冲过来的巴克特里亚人交锋。
§10.49.9δοκεῖ δὲ κατὰ τοῦτον τὸν κίνδυνον Ἀντίοχος ἀγωνίσασθαι διαπρεπέστατα τῶν μεθʼ αὑτοῦ.
在这场战斗中,安条克被认为比他手下的任何人战得都更为出色。
§10.49.10πολλοὶ μὲν οὖν ἀμφοτέρων διεφθάρησαν, ἐπεκράτησαν δὲ τῆς πρώτης ἱππαρχίας οἱ μετὰ τοῦ βασιλέως· τῆς δὲ δευτέρας καὶ τρίτης ἐπιφερομένης ἐπιέζοντο καὶ κακῶς ἀπήλλαττον.
双方都有许多人战死,但国王手下的人战胜了第一支骑兵队;然而,当第二和第三支军队冲过来时,他们受到压迫,陷入了苦战。
§10.49.11κατὰ δὲ τὸν καιρὸν τοῦτον, τῶν πλείστων ἱππέων ἐκτεταγμένων ἤδη, Παναίτωλος ἐπαγαγεῖν παραγγείλας τὸν μὲν βασιλέα καὶ τοὺς μετʼ αὐτοῦ κινδυνεύοντας ἐδέξατο, τοὺς δὲ τῶν Βακτριανῶν ἐπιφερομένους ἀτάκτως ἐκ μεταβολῆς προτροπάδην ἠνάγκασε φυγεῖν.
就在此时,由于大部分骑兵已经排好阵列,帕奈托洛斯下令前进,接应了国王和与他一同处于危险中的人,并迫使无秩序进攻的巴克特里亚人转过身来,落荒而逃。
§10.49.12ἐκεῖνοι μὲν οὖν, τῶν περὶ τὸν Παναίτωλον αὐτοῖς ἐπικειμένων, οὐ πρότερον ἔστησαν ἕως οὗ συνέμιξαν τοῖς περὶ τὸν Εὐθύδημον, τοὺς πλείστους ἀπολωλεκότες αὑτῶν· οἱ δὲ τοῦ βασιλέως ἱππεῖς, §10.49.13πολλοὺς μὲν φονεύσαντες, πολλοὺς δὲ ζωγρίᾳ λαβόντες, ἀνεχώρουν.
因此,在帕奈托洛斯及其手下的紧追下,那些人直到与欧提德姆斯汇合时才停下来,且损失了他们的大部分人马;而国王的骑兵,在杀死许多人并活捉许多人后撤回。
καὶ τότε μὲν αὐτοῦ παρὰ τὸν ποταμὸν ηὐλίσθησαν·
当时他们就在河边的原地宿营。
§10.49.14ἐν δὲ τούτῳ τῷ κινδύνῳ τὸν μὲν ἵππον συμβαίνει ἀποθανεῖν τραυματισθέντα, αὐτὸν δὲ πληγέντα διὰ τοῦ στόματος ἀποβαλεῖν τινας· τῶν ὀδόντων, καθόλου δὲ φήμην ἐπʼ ἀνδρείᾳ περιποιήσασθαι τότε μάλιστα.
在这场危险的战斗中,国王的马因受伤而死,他自己嘴部中击,失去了几颗牙齿,但总的来说,他在那时尤其赢得了极高的勇敢声誉。
§10.49.15γενομένης δὲ τῆς μάχης ταύτης ὁ μὲν Εὐθύδημος καταπλαγεὶς ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς πόλιν Ζαριάσπαν τῆς Βακτριανῆς.
这场战役结束后,欧提德姆斯大为惊恐,率领军队撤退到巴克特里亚的扎里亚斯帕城。