§10.44.1Αἰνείας δὲ βουληθεὶς διορθώσασθαι τὴν τοιαύτην ἀπορίαν, ὁ τὰ περὶ τῶν Στρατηγικῶν ὑπομνήματα συντεταγμένος, βραχὺ μέν τι προεβίβασε, τοῦ γε μὴν δέοντος ἀκμὴν πάμπολυ τὸ κατὰ τὴν ἐπίνοιαν ἀπελείφθη.
撰写《将术》备忘录的埃涅阿斯希望解决这一困难,虽然使这一技术稍有进步,但他的发明与实际需要相比仍然相去甚远。
§10.44.2γνοίη δʼ ἄν τις ἐκ τούτων.
从以下内容中便可得知。
φησὶ γὰρ δεῖν τοὺς μέλλοντας ἀλλήλοις διὰ τῶν πυρσῶν δηλοῦν τὸ κατεπεῖγον ἀγγεῖα κατασκευάσαι κεραμεᾶ, κατά τε τὸ πλάτος καὶ κατὰ τὸ βάθος ἰσομεγέθη πρὸς ἀκρίβειαν· εἶναι δὲ μάλιστα τὸ μὲν βάθος τριῶν πηχῶν, τὸ δὲ πλάτος πήχεος.
因为他说,准备通过烽火相互传递紧急情况的人,必须制作精确等宽且等深的陶质容器;其深度最好为三肘,宽度为一肘。
§10.44.3εἶτα παρασκευάσαι φελλοὺς βραχὺ κατὰ πλάτος ἐνδεεῖς τῶν στομάτων, ἐν δὲ τούτοις μέσοις ἐμπεπηγέναι βακτηρίας διῃρημένας εἰς ἴσα μέρη τριδάκτυλα, καθʼ ἕκαστον δὲ μέρος εἶναι περιγραφὴν εὔσημον.
接着,准备宽度略窄于容器口部的软木塞,在软木塞的中央插上分成等长三指宽部分的木棒,每一部分都应有清晰的标记界线。
§10.44.4ἐν ἑκάστῳ δὲ μέρει γεγράφθαι τὰ προφανέστατα καὶ καθολικώτατα τῶν ἐν τοῖς πολεμικοῖς συμβαινόντων, οἷον εὐθέως ἐν τῷ πρώτῳ, διότι" §10.44.5πάρεισιν ἱππεῖς εἰς τὴν χώραν," ἐν δὲ τῷ δευτέρῳ διότι "πεζοὶ βαρεῖς," ἐν δὲ τῷ τρίτῳ "ψιλοί," τούτων δʼ ἑξῆς" §10.44.6πεζοὶ μεθʼ ἱππέων," εἶτα "πλοῖα," μετὰ δὲ ταῦτα "σῖτος," καὶ κατὰ τὸ συνεχὲς οὕτω, μέχρις ἂν ἐν πάσαις γραφῇ ταῖς χώραις τὰ μάλιστʼ ἂν ἐκ τῶν εὐλόγων προνοίας τυγχάνοντα καὶ συμβαίνοντα κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἐκ τῶν πολεμικῶν.
在每一部分写上战争中最显而易见和最常见的事情,例如在第一部分写上:“骑兵侵入领地”,第二部分写上:“重装步兵”,第三部分写上:“轻装兵”,接着是:“步骑协同”,然后是:“船只”,之后是:“粮食”,如此连续,直到在所有间隔中写满根据当前战争态势最可能合理预料并发生的事情。
§10.44.7τούτων δὲ γενομένων ἀμφότερα κελεύει τρῆσαι τὰ ἀγγεῖα πρὸς ἀκρίβειαν, ὥστε τοὺς αὐλίσκους ἴσους εἶναι καὶ κατʼ ἴσον ἀπορρεῖν· εἶτα πληρώσαντας ὕδατος ἐπιθεῖναι τοὺς φελλοὺς ἔχοντας τὰς βακτηρίας, κἄπειτα τοὺς αὐλίσκους ἀφεῖναι ῥεῖν ἅμα.
完成这些后,他要求在两个容器上精确钻孔,使排水管大小相同,流速一致;然后装满水,放入带有木棒的软木塞,接着同时让排水管排水。
§10.44.8τούτου δὲ συμβαίνοντος δῆλον ὡς ἀνάγκη πάντων ἴσων καὶ ὁμοίων ὄντων, καθʼ ὅσον ἂν ἀπορρέῃ τὸ ὑγρόν, κατὰ τοσοῦτον τοὺς φελλοὺς καταβαίνειν καὶ τὰς βακτηρίας κρύπτεσθαι κατὰ τῶν ἀγγείων.
这样一来,显然由于一切条件均等且相同,液体排出多少,软木塞就会下降多少,木棒也随之没入容器中。
§10.44.9ὅταν δὲ τὰ προειρημένα γένηται κατὰ τὸν χειρισμὸν ἰσοταχῆ καὶ σύμφωνα, τότε κομίσαντας ἐπὶ τοὺς τόπους, ἐν οἷς ἑκάτεροι μέλλουσι συντηρεῖν τὰς πυρσείας, ἑκάτερον θεῖναι τῶν ἀγγείων.
当上述操作经测试达到等速且一致后,便可运至双方各自监视烽火的地点,将两个容器分别安置。
§10.44.10εἶτʼ ἐπὰν ἐμπέσῃ τι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων, πυρσὸν ἆραι κελεύει, καὶ μένειν, ἕως ἂν ἀνταίρωσιν οἱ συντεταγμένοι· γενομένων δὲ φανερῶν ἀμφοτέρων ἅμα τῶν πυρσῶν καθελεῖν.
接着,一旦发生木棒上所写的某事,他要求升起火炬,并保持不动,直到对方升起火炬回应;当两方火炬同时显现时便降下火炬。
εἶτʼ εὐθέως ἀφεῖναι τοὺς αὐλίσκους ῥεῖν.
然后立即让排水管排水。
§10.44.11ὅταν δὲ καταβαίνοντος τοῦ φελλοῦ καὶ τῆς βακτηρίας ἔλθῃ τῶν γεγραμμένων ὃ βούλει δηλοῦν κατὰ τὸ χεῖλος τοῦ τεύχους, ἆραι κελεύει τὸν πυρσόν· §10.44.12τοὺς δʼ ἑτέρους ἐπιλαβεῖν εὐθέως τὸν αὐλίσκον, καὶ σκοπεῖν τί κατὰ τὸ χεῖλός ἐστι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων· §10.44.13ἔσται δὲ τοῦτο τὸ δηλούμενον πάντων ἰσοταχῶς παρʼ ἀμφοτέροις κινουμένων.
当软木塞和木棒下降时,你想要传递的木棒上的字样降到容器边缘时,他要求再次升起火炬;另一方必须立即堵住排水管,并观察木棒上写的什么字样正处于容器边缘;由于双方的一切动作都是等速进行的,这便是所要传递的信息。