§10.41.1οἱ μὲν Αἰτωλοί, προσφάτως ἐπηρμένοι ταῖς ἐλπίσιν ἐπὶ τῇ Ῥωμαίων καὶ τῇ τοῦ βασιλέως Ἀττάλου παρουσίᾳ, πάντας ἐξέπληττον καὶ πᾶσιν ἐπέκειντο κατὰ γῆν, οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον κατὰ θάλατταν.
アイトリア人たちは、ローマ人とアッタロス王の到来によって最近希望を膨らませており、陸上においてすべての人を恐れさせ、すべての人に圧迫を加えていた。 一方、アッタロスとプブリウスの陣営は海上においてそうしていた。
§10.41.2διόπερ ἧκον Ἀχαιοὶ μὲν παρακαλοῦντες τὸν Φίλιππον βοηθεῖν·
それゆえに、アカイア人たちはフィリッポスに救援を乞うためにやって来た。
οὐ γὰρ μόνον τοὺς Αἰτωλοὺς ἠγωνίων, ἀλλὰ καὶ τὸν Μαχανίδαν διὰ τὸ προκαθῆσθαι μετὰ τῆς δυνάμεως ἐπὶ τοῖς τῶν Ἀργείων ὅροις.
なぜなら彼らは、アイトリア人たちだけを恐れていたのではなく、マハニダスがアルゴス市民の国境に軍勢を率いて陣取っていることをも不安に思っていたからである。
§10.41.3Βοιωτοὶ δὲ δεδιότες τὸν στόλον τῶν ὑπεναντίων, ἡγεμόνα καὶ βοήθειαν ᾔτουν.
ボイオティア人たちは、敵の艦隊を恐れて、指導者と救援を求めた。
φιλοπονώτατά γε μὴν οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἠξίουν ἔχειν τινὰ πρόνοιαν τῶν πολεμίων.
さらに、エウボイアの住民たちは、きわめて熱心に、敵に対する何らかの備えをしてくれるよう要求した。
παραπλήσια δʼ Ἀκαρνᾶνες παρεκάλουν.
アカルナニア人たちも同様の懇願を行った。
§10.41.4ἦν δὲ καὶ παρʼ Ἠπειρωτῶν πρεσβεία.
エペイロス人からの使節もいた。
προσήγγελτο δὲ καὶ Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν τὰς δυνάμεις·
また、スケルディライダスとプレウラトスが軍勢を率い出そうとしていることも報告されていた。
ἔτι δὲ τοὺς προσοροῦντας τῇ Μακεδονίᾳ Θρᾷκας, καὶ μάλιστα τοὺς Μαιδούς, ἐπιβολὰς ἔχειν ὡς ἐμβαλοῦντας ἐπὶ Μακεδονίαν, ἐὰν βραχύ τι μόνον ὁ βασιλεὺς τῆς οἰκείας ἀποσπασθῇ.
さらに、マケドニアに隣接するトラキア人、とりわけマイドイ人が、もし王が少しの間でも本国から引き離されるならば、マケドニアに侵入しようと画策していることも報告されていた。
§10.41.5προκατελάμβανον δὲ καὶ τὰ περὶ Θερμοπύλας στενὰ τάφροις καὶ χάρακι καὶ φυλακαῖς βαρείαις Αἰτωλοί, πεπεισμένοι συγκλείειν τὸν Φίλιππον καὶ καθόλου κωλύειν παραβοηθεῖν τοῖς ἐντὸς Πυλῶν συμμάχοις.
アイトリア人たちはまた、テルモピュライの要衝を、堀や柵、および厳重な守備隊によってあらかじめ占拠していた。 フィリッポスを閉じ込め、ピュライの内側にいる同盟者たちを彼が救援に赴くのを完全に阻むことができると確信していたからである。
§10.41.6δοκεῖ δέ μοι τὰς τοιαύτας περιστάσεις εὐλόγως ἄν τις ἐπισημήνασθαι καὶ συνεφιστάνειν τοὺς ἀναγινώσκοντας, ἐν αἷς πεῖρα καὶ βάσανος ἀληθινὴ γίνεται κατὰ τάς τε ψυχικὰς ὁρμὰς καὶ τὰς σωματικὰς δυνάμεις τῶν ἡγεμόνων.
私には、このような危機的状況こそ、読者に注意を促しつつ、理にかなった形で指摘すべきものであると思われる。 そうした状況においてこそ、指導者たちの精神的な気概や肉体的な能力についての真の試練と吟味が行われるからである。
§10.41.7καθάπερ γὰρ ἐν ταῖς κυνηγεσίαις τὰ ζῷα τότε διάδηλα γίνεται κατὰ τὴν ἀλκὴν καὶ τὴν δύναμιν, ὅταν τὸ δεινὸν αὐτὰ περιστῇ πανταχόθεν, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἡγουμένων.
なぜなら、狩猟において動物たちの勇猛さと力は、危険が彼らを四方から取り囲む時にこそ明らかになるのと同様のことが、指導者たちについても起こるからである。
ὃ δὴ τότε μάλιστα συνιδεῖν ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου·
これこそまさに、当時フィリッポスによって行われているのを最もよく観察できたことであった。
§10.41.8τὰς μὲν γὰρ πρεσβείας ἀπέλυσε πάσας, ἑκάστοις τὰ δυνατὰ ποιήσειν ἐπαγγειλάμενος, τῷ δὲ πολέμῳ πανταχόθεν ἐπεῖχε, καραδοκῶν πῇ καὶ πρὸς τίνα πρῶτον δεήσει
なぜなら、彼はすべての使節を帰らせ、それぞれにできる限りのことを行うと約束する一方で、どこで、また誰に対して最初に[…する]必要があるかを見極めようと注視しながら、四方からの戦争に意識を集中させていたからである。