Humanitext Reader

波利比奥斯 · 历史 §10.41.1-10.41.8

希腊诸邦求援与菲利普五世的应对

第 687 段,共 1311 段 · 希腊语

内容简介

在与罗马人和阿塔罗斯王结盟的埃托利亚人势力扩张之际,希腊各地面临危机的势力纷纷向马其顿的菲利普五世求援。面对四面楚歌的困境,菲利普作为领导者的能力受到考验,他沉着应对各国使团并着手准备战事。

§10.41.1οἱ μὲν Αἰτωλοί, προσφάτως ἐπηρμένοι ταῖς ἐλπίσιν ἐπὶ τῇ Ῥωμαίων καὶ τῇ τοῦ βασιλέως Ἀττάλου παρουσίᾳ, πάντας ἐξέπληττον καὶ πᾶσιν ἐπέκειντο κατὰ γῆν, οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον κατὰ θάλατταν.
埃托利亚人最近因罗马人和阿塔罗斯国王的到来而大受鼓舞,在陆路上使所有人惊恐万分并对所有人施加压力,而阿塔罗斯和普布利乌斯一派则在海上如此行事。
§10.41.2διόπερ ἧκον Ἀχαιοὶ μὲν παρακαλοῦντες τὸν Φίλιππον βοηθεῖν· οὐ γὰρ μόνον τοὺς Αἰτωλοὺς ἠγωνίων, ἀλλὰ καὶ τὸν Μαχανίδαν διὰ τὸ προκαθῆσθαι μετὰ τῆς δυνάμεως ἐπὶ τοῖς τῶν Ἀργείων ὅροις.
因此,亚该亚人前来请求菲利普救援;因为他们不仅担忧埃托利亚人,也由于马哈尼达斯率领军队驻扎在阿哥斯人的边界而感到不安。
§10.41.3Βοιωτοὶ δὲ δεδιότες τὸν στόλον τῶν ὑπεναντίων, ἡγεμόνα καὶ βοήθειαν ᾔτουν.
波奥蒂亚人则因害怕敌人的舰队,请求派遣统帅和予以援助。
φιλοπονώτατά γε μὴν οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἠξίουν ἔχειν τινὰ πρόνοιαν τῶν πολεμίων.
而尤博亚的居民则极度热切地要求对敌人采取某种防范措施。
παραπλήσια δʼ Ἀκαρνᾶνες παρεκάλουν.
阿卡纳尼亚人也提出了类似的请求。
§10.41.4ἦν δὲ καὶ παρʼ Ἠπειρωτῶν πρεσβεία.
也有来自伊庇鲁斯人的使团。
προσήγγελτο δὲ καὶ Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν τὰς δυνάμεις· ἔτι δὲ τοὺς προσοροῦντας τῇ Μακεδονίᾳ Θρᾷκας, καὶ μάλιστα τοὺς Μαιδούς, ἐπιβολὰς ἔχειν ὡς ἐμβαλοῦντας ἐπὶ Μακεδονίαν, ἐὰν βραχύ τι μόνον ὁ βασιλεὺς τῆς οἰκείας ἀποσπασθῇ.
同时有报告称,斯克尔迪莱达斯和普劳拉托斯正准备率军出击;此外,与马其顿接壤的色雷斯人,特别是迈多伊人,也企图在国王哪怕只是稍微离开本国时便入侵马其顿。
§10.41.5προκατελάμβανον δὲ καὶ τὰ περὶ Θερμοπύλας στενὰ τάφροις καὶ χάρακι καὶ φυλακαῖς βαρείαις Αἰτωλοί, πεπεισμένοι συγκλείειν τὸν Φίλιππον καὶ καθόλου κωλύειν παραβοηθεῖν τοῖς ἐντὸς Πυλῶν συμμάχοις.
埃托利亚人还用壕沟、栅栏和重兵预先占领了温泉关的要隘,他们确信能借此将菲利普围困在外,并完全阻止他救援关隘内部的盟友。
§10.41.6δοκεῖ δέ μοι τὰς τοιαύτας περιστάσεις εὐλόγως ἄν τις ἐπισημήνασθαι καὶ συνεφιστάνειν τοὺς ἀναγινώσκοντας, ἐν αἷς πεῖρα καὶ βάσανος ἀληθινὴ γίνεται κατὰ τάς τε ψυχικὰς ὁρμὰς καὶ τὰς σωματικὰς δυνάμεις τῶν ἡγεμόνων.
在我看来,人们有充分的理由指出此类危机并引导读者加以关注,因为在这些关头,对领导者的精神气概和身体力量会进行真正的考验与磨砺。
§10.41.7καθάπερ γὰρ ἐν ταῖς κυνηγεσίαις τὰ ζῷα τότε διάδηλα γίνεται κατὰ τὴν ἀλκὴν καὶ τὴν δύναμιν, ὅταν τὸ δεινὸν αὐτὰ περιστῇ πανταχόθεν, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἡγουμένων.
因为正如在狩猎中,野兽的勇猛和力量在危险从四面八方将它们包围时才会显现,在领导者身上发生的情况也是一样。
ὃ δὴ τότε μάλιστα συνιδεῖν ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου· §10.41.8τὰς μὲν γὰρ πρεσβείας ἀπέλυσε πάσας, ἑκάστοις τὰ δυνατὰ ποιήσειν ἐπαγγειλάμενος, τῷ δὲ πολέμῳ πανταχόθεν ἐπεῖχε, καραδοκῶν πῇ καὶ πρὸς τίνα πρῶτον δεήσει
这在当时正可以从菲利普的所作所为中极好地观察到;因为他打发走了所有的使团,向每个人许诺将尽力而为,同时他的注意力集中在各处的战事上,密切注视着在何处以及首先需要针对谁……

词汇与语法注释

  1. §10.41.1οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον — 短语 οἱ δὲ περὶ... 指的是阿塔罗斯和普布利乌斯(此处指罗马将帅普布利乌斯·苏尔皮基乌斯·加尔巴)所统领的军队或阵营。在末尾的 κατὰ θάλατταν. 之前,省略了前句的动词 ἐπέκειντο(或 ἐξέπληττον καὶ ἐπέκειντο)。
  2. §10.41.4προσήγγελτο δὲ καὶ Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν τὰς δυνάμεις· ἔτι δὲ τοὺς προσοροῦντας ... ἐπιβολὰς ἔχειν — 无人称动词过去完成时被动式 προσήγγελτο(据报告)带有两个“对格加不定式”结构作为其主语:Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν... 和 τοὺς προσοροῦντας... ἐπιβολὰς ἔχειν。
  3. §10.41.7ὃ δὴ τότε μάλιστα συνιδεῖν ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου — 关系代词 ὃ 指代前述情况(在危机中考验领导者的能力),并作为分词 γινόμενον 的逻辑主语。ἦν 与不定式 συνιδεῖν 连用表示可能(“可以看见”),整句结构为:“这在当时正可以极好地被观察到是由菲利普所做出的”。

引用这一段

波利比奥斯, 历史 §10.41.1-10.41.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.41.1-10.41.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。