Humanitext Reader

ポリュビオス · 歴史 §10.39.1-10.39.9

スキピオの奇襲とハスドルバルの敗走

685 / 1311 箇所 · ギリシア語

要旨

プブリウスは軽装兵を稜線の敵へと突撃させ、主力を二分してハスドルバルの左右両翼を急襲した。不意を突かれたハスドルバルは敗走し、プブリウスは他のカルタゴ将軍の来襲を警戒して追撃を避け、敵陣の略奪を兵士に許した。

§10.39.1τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας.
τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας. プブリウスは、他の部隊を戦闘に備えさせて陣営内にとどめたが、軽装歩兵と歩兵の精鋭部隊を送り出し、稜線へ突撃して敵の予備兵を試すよう命じた。
§10.39.2τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς ὁ τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρʼ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις.
τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς ὁ τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρʼ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις. 彼らが命じられたことを勇敢に実行している間、カルタゴの将軍は当初、推移を静観していたが、ローマ軍の果敢さのために自軍の兵が圧倒され痛手を被っているのを見て、その地勢を頼みにして、軍勢を引き出して稜線に沿って整列させた。
§10.39.3κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς Καρχηδονίοις,
κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς Καρχηδονίοις, この時、プブリウスはすべての軽装兵を投入し、先頭で戦っている兵たちを救援するよう命令を下した。 そして、残りの部隊を待機させ、その半分を自ら率いて、稜線を迂回して敵の左翼を襲撃した。
§10.39.4τοὺς δʼ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολεμίων.
τοὺς δʼ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολεμίων. また、残りの半分をラエリウスに与え、同様に敵の右翼へと突撃するよう指示した。
§10.39.5οὗ συμβαίνοντος ὁ μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν·
οὗ συμβαίνοντος ὁ μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγχειρεῖν αὐτοῖς· διὸ παρὰ τὴν προσδοκίαν γεγενημένης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως. これが起こっていた時、ハスドルバルはちょうど今ようやく陣営から軍勢を引き出しているところであった。
τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγχειρεῖν αὐτοῖς·
というのも、それ以前の時間、彼はその地勢を頼みとし、敵が自分たちに決して手出しをする勇気を持たないだろうと確信して待機していたからである。
διὸ παρὰ τὴν προσδοκίαν γεγενημένης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως.
そのため、予想に反して攻撃が行われたため、彼の陣形展開は遅れてしまった。
§10.39.6οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον.
οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον. 一方、ローマ軍は側面から攻撃を行い、敵がまだ側面の両翼の陣地を占拠していないうちに、安全に稜線の上に登っただけでなく、敵がまだ整列中であり動揺しているところに前進し、側面から向かってくる敵を討ち倒し、整列しようとしていた者たちを敗走させた。
§10.39.7Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλινούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδοκίμαζε, §10.39.8λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας.
Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλινούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδοκίμαζε, ハスドルバルは、当初からの計画に従い、自軍の勢力が瓦解し混乱しているのを見て、最後の希望まで死に物狂いで戦うことを退け、 λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας. 資金と象たちを確保し、敗走する者のうちできるだけ多くの者を連れて、タグス川に沿ってピレネーの峠道およびその地域に住むガリア人の方向へと退却を開始した。
§10.39.9Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν.
Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν. プブリウスは、他の将軍たちの来襲を恐れたため、ハスドルバルを執拗に追撃することは不利であると考え、敵の陣営を自分の兵士たちに略奪することを許した。

語釈・文法注

  1. 10.39.2τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως — 現在分詞 ποιούντων による独立属格構文。ローマの軽装歩兵が命令を実行中という継続的な状況を、主節の主動詞(ἐξῆγε, παρενέβαλε)の背景として提示している。
  2. 10.39.5ἀκμὴν — 対格名詞の副詞的用法。古典期では「絶頂期に」などを意味するが、ポリュビオスを代表とするヘレニズム期のギリシア語では「ちょうどその時、今まさに(only now, just then)」という時間的切迫を示す副詞として頻用される。
  3. 10.39.9τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι... οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι — 冠詞付き不定詞 τὸ ... ἕπεσθαι(「追撃すること」)が動詞 ἡγεῖτο の直接目的語(対格)であり、συμφέρειν はその補語である。また、τῷ δεδιέναι は与格の冠詞付き不定詞で、原因(「恐れていたために」)を表す副詞句として機能している。

この箇所を引用する

ポリュビオス, 歴史 §10.39.1-10.39.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.39.1-10.39.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。