Humanitext Reader

波利比奥斯 · 历史 §10.39.1-10.39.9

西庇阿包抄突袭与哈斯德鲁巴败退

第 685 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯派遣轻装步兵进攻棱线,并将主力一分为二突袭哈斯德鲁巴的左右翼。猝不及防的哈斯德鲁巴率军撤退,普布利乌斯因警惕其他迦太基将领的袭击而放弃追击,转而允许士兵洗劫敌营。

§10.39.1τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας.
τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας. 于是,他做好了其余军队的战斗准备,将他们留在营垒内,而派出投枪兵和步兵精锐,命令他们向棱线发起进攻,以试探敌军的预备队。
§10.39.2τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς ὁ τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρʼ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις.
τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς ὁ τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρʼ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις. 当他们英勇地执行命令时,迦太基将领起初在观望事态的发展;但看到自己的士兵因罗马人的勇敢而承受重压、伤亡惨重,他便凭借地形的优势,率领军队出来,在棱线旁部署了阵线。
§10.39.3κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς Καρχηδονίοις, §10.39.4τοὺς δʼ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολεμίων.
κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς Καρχηδονίοις, 在此时刻,普布利乌斯投入了所有轻装兵,命令他们增援正在前方战斗的士兵;他让其余的人准备就绪,自己率领其中的一半,绕过棱线,从敌军的左翼对迦太基人发起突袭, τοὺς δʼ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολεμίων. 并将另一半交给莱利乌斯,同样命令他向敌军的右翼发起进攻。
§10.39.5οὗ συμβαίνοντος ὁ μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγχειρεῖν αὐτοῖς·
οὗ συμβαίνοντος ὁ μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγχειρεῖν αὐτοῖς· διὸ παρὰ τὴν προσδοκίαν γεγενημένης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως. 就在这发生之际,哈斯德鲁巴才刚开始将他的军队带出营地;因为在此之前,他一直留守在那里,信任地形的优势,并确信敌人决不敢对他们下手。
διὸ παρὰ τὴν προσδοκίαν γεγενημένης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως.
因此,由于这次袭击出乎他的意料,他在部署阵线上迟到了。
§10.39.6οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον.
οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον. 罗马人在敌军尚未占领两翼阵地时便从侧面展开攻击,不仅安全地登上了棱线,而且在对方仍在部署和移动时发起进攻,将从侧面冲来的敌人斩杀,并迫使正在部署阵线的敌人转身逃跑。
§10.39.7Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλινούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδοκίμαζε, §10.39.8λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας.
Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλινούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδοκίμαζε, 哈斯德鲁巴按照最初的计划,看到自己的军队崩溃并陷入混乱,便放弃了战斗到最后一刻的拼死挣扎, λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας. 带着他的资金和战象,并尽可能多地聚集逃兵,沿着塔古斯河向比利牛斯山脉的通道以及居住在那里的高卢人方向退却。
§10.39.9Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν.
Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν. 普布利乌斯认为紧紧追击哈斯德鲁巴并不有利,因为他害怕其他将领的袭击,但他允许自己的士兵洗劫敌军的营地。

词汇与语法注释

  1. 10.39.2τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως — 使用现在分词 ποιούντων 的独立属格结构。它将罗马轻装步兵正在执行命令的持续动作作为背景,引出主句的主要动词(ἐξῆγε, παρενέβαλε)。
  2. 10.39.5ἀκμὴν — 单数宾格作副词的用法。虽然在古典希腊语中它意为“在鼎盛/极点”,但在希腊化时期的希腊语(如波利比乌斯的作品)中,它常作为时间副词,表示“就在那时”或“直到现在”。
  3. 10.39.9τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι... οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι — 带冠词的不定式 τὸ ... ἕπεσθαι(“紧密追击”)作为动词 ἡγεῖτο 的直接宾语(宾格),而 συμφέρειν 是其补足语。同时,与格带冠词不定式 τῷ δεδιέναι 起到表示原因的副词性短语作用(“因为害怕”)。

引用这一段

波利比奥斯, 历史 §10.39.1-10.39.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.39.1-10.39.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。