§10.32.1βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν,
執政官たちは、敵の陣営に向かって傾斜している丘の斜面をはっきりと偵察したいと考え、陣営にいる者たちにはその場に留まるように命じた。
§10.32.2αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους.
彼ら自身は、騎兵二隊と軽装兵、そして執仗吏らおよそ三十名を伴って、地形を視察するために前進した。
§10.32.3τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον.
一方、ヌミディア兵のうち、小競り合いをする者や一般に敵陣から前進してくる者たちに対して待ち伏せを行うことに慣れていた一部の者が、偶然、丘のふもとに身を潜めていた。
§10.32.4οἷς τοῦ σκοποῦ σημήναντος ὅτι παραγίνονταί τινες κατʼ ἄκρον τὸν βουνὸν ὑπερδέξιοι ʼκείνων, ἐξαναστάντες καὶ παρὰ πλάγια ποιησάμενοι τὴν πορείαν ἀποτέμνονται τοὺς στρατηγοὺς καὶ διακλείουσιν ἀπὸ τῆς ἰδίας παρεμβολῆς.
彼らに哨兵が、何者かが丘の頂上付近に彼らよりも高い位置に現れたと合図したため、彼らは立ち上がり、斜めに進路を取って将軍たちの退路を断ち、彼ら自身の陣営から遮断した。
§10.32.5καὶ τὸν μὲν Κλαύδιον εὐθέως ἐν τῇ πρώτῃ συμπλοκῇ καί τινας ἑτέρους ἅμα τούτῳ κατέβαλον, τοὺς δὲ λοιποὺς κατατραυματίσαντες διὰ τῶν κρημνῶν ἠνάγκασαν ἄλλον ἄλλῃ φεύγειν.
そして最初の衝突でクラウディウスをただちに、また彼と一緒の他の数名を討ち倒し、残りの者を負傷させて崖から方々へと逃げ走らせた。
§10.32.6οἱ δʼ ἐν τῷ στρατοπέδῳ θεωροῦντες τὸ γινόμενον οὐδαμῶς ἠδυνήθησαν ἐπικουρῆσαι τοῖς κινδυνεύουσιν·
陣営にいた者たちは、起きていることを見ていたが、危機にある者たちを全く救援することができなかった。
ἔτι γὰρ ἀναβοώντων καὶ πρὸς τὸ συμβαῖνον ἐκπεπληγμένων, καὶ τῶν μὲν χαλινούντων τοὺς ἵππους, τῶν δὲ καθοπλιζομένων, πέρας εἶχε τὸ πρᾶγμα.
なぜなら、彼らがまだ叫び声を上げ、この出来事に驚愕し、ある者は馬に手綱をつけ、ある者は武装しているうちに、事態は終わりを迎えていたからである。
καὶ τὸν υἱὸν τοῦ Κλαυδίου τραυματίαν, μόλις καὶ παραδόξως τὸν κίνδυνον διαπεφευγότα
クラウディウスの息子も負傷し、かろうじて、また思いがけず危険を逃れたものの(、その間にすべてが終わってしまった)。
§10.32.7Μάρκος μὲν οὖν ἀκακώτερον ἢ στρατηγικώτερον αὑτῷ χρησάμενος τοῖς δεδηλωμένοις περιέπεσε συμπτώμασιν·
こうしてマルクスは、将帥らしくというよりは軽率に行動したために、上述のような災難に見舞われたのである。
§10.32.8ἐγὼ δὲ παρʼ ὅλην τὴν πραγματείαν πολλάκις ἀναγκάζομαι περὶ τῶν τοιούτων ὑπομιμνήσκειν τοὺς ἐντυγχάνοντας, θεωρῶν, εἰ καὶ περί τι τῶν τῆς στρατηγίας μερῶν ἄλλο, καὶ περὶ τοῦτο διαμαρτάνοντας τοὺς ἡγεμόνας, καίτοι προδήλου τῆς ἀγνοίας ὑπαρχούσης.
しかし私は、この著作全体を通じて、読者に対してこのようなことについてしばしば注意を促さざるを得ない。 将軍たちが、将帥としての他のいかなる分野においてよりも、この点において誤りを犯しているのを見るからである。 その無知の弊害が明白であるにもかかわらず。
§10.32.9τί γὰρ ὄφελος ἡγεμόνος ἢ στρατηγοῦ μὴ διειληφότος διότι τῶν κατὰ μέρος κινδύνων, οἷς μὴ συμπάσχει τὰ ὅλα, πλεῖστον ἀπέχειν δεῖ τὸν ἡγούμενον;
というのも、全体が共に影響を受けないような局地的な危険から、指揮官は最も遠く離れているべきであるということを理解していないような指導者や将軍に、何の意味があるだろうか。
§10.32.10τί δʼ ἀγνοοῦντος ὅτι, κἄν ποτʼ ἀναγκάζωσιν οἱ καιροὶ πράττειν τι τῶν κατὰ μέρος, πολλοὺς δεῖ πρότερον ἀποθανεῖν τῶν συνόντων πρὶν ἢ τὸ δεινὸν ἐγγίσαι τοῖς προεστῶσι τῶν ὅλων;
あるいは、状況によって局地的な行動をせざるを得ない場合でも、全体の指導者に危険が及ぶ前に、同行する者たちの多くがまず死なねばならないということを知らないなら、どうであろうか。
§10.32.11δεῖ γὰρ ἐν Καρὶ τὴν πεῖραν, ὡς ἡ παροιμία φησίν, οὐκ ἐν τῷ στρατηγῷ γίνεσθαι.
なぜなら、ことわざにあるように、試行はカリア人においてなされるべきであり、将軍においてなされるべきではないからである。
§10.32.12τὸ μὲν γὰρ λέγειν ὡς "3οὐκ ἂν ᾠόμην"3 "3τίς γὰρ ἂν ἤλπισε τοῦτο γενέσθαι"3; μέγιστον εἶναί μοι δοκεῖ σημεῖον ἀπειρίας στρατηγικῆς καὶ βραδυτῆτος.
というのも、「まさかそんなことは思わなかった」とか「誰がこんなことになると予想しただろうか」などと言うことは、私には将帥としての未熟さと怠慢の最大の証拠であると思われるからである。