§10.32.1βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν, §10.32.2αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους.
执政官们希望明确侦察出山丘上朝向敌营倾斜的部分,于是命令在营地里的人坚守原地,他们自己则带领两队骑兵和轻装标枪兵,以及约三十名侍从,向前推进以视察地形。
§10.32.3τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον.
这时,一些习惯于对那些从敌营出来进行袭扰或通常向前推进的人进行伏击的努米底亚人,碰巧潜伏在山丘下方。
§10.32.4οἷς τοῦ σκοποῦ σημήναντος ὅτι παραγίνονταί τινες κατʼ ἄκρον τὸν βουνὸν ὑπερδέξιοι ʼκείνων, ἐξαναστάντες καὶ παρὰ πλάγια ποιησάμενοι τὴν πορείαν ἀποτέμνονται τοὺς στρατηγοὺς καὶ διακλείουσιν ἀπὸ τῆς ἰδίας παρεμβολῆς.
当他们的哨兵向他们示意,有人出现在他们上方的山顶时,他们一跃而起,斜向行军,切断了将军们的退路,并将他们与自己的营地隔绝。
§10.32.5καὶ τὸν μὲν Κλαύδιον εὐθέως ἐν τῇ πρώτῃ συμπλοκῇ καί τινας ἑτέρους ἅμα τούτῳ κατέβαλον, τοὺς δὲ λοιποὺς κατατραυματίσαντες διὰ τῶν κρημνῶν ἠνάγκασαν ἄλλον ἄλλῃ φεύγειν.
他们在第一轮交锋中便立刻击杀了克劳狄乌斯以及随行的其他几人,并击伤了其余的人,迫使他们越过悬崖向四处逃散。
§10.32.6οἱ δʼ ἐν τῷ στρατοπέδῳ θεωροῦντες τὸ γινόμενον οὐδαμῶς ἠδυνήθησαν ἐπικουρῆσαι τοῖς κινδυνεύουσιν· ἔτι γὰρ ἀναβοώντων καὶ πρὸς τὸ συμβαῖνον ἐκπεπληγμένων, καὶ τῶν μὲν χαλινούντων τοὺς ἵππους, τῶν δὲ καθοπλιζομένων, πέρας εἶχε τὸ πρᾶγμα.
营地里的人虽然目睹了所发生的一切,却根本无法前去救援涉险者;因为当他们还在大声呼喊、对眼前发生的事惊惶失措,有的在给马套缰绳,有的在披挂盔甲时,事情就已经结束了。
καὶ τὸν υἱὸν τοῦ Κλαυδίου τραυματίαν, μόλις καὶ παραδόξως τὸν κίνδυνον διαπεφευγότα
克劳狄乌斯的儿子也负了伤,好不容易且出人意料地逃脱了危险。
§10.32.7Μάρκος μὲν οὖν ἀκακώτερον ἢ στρατηγικώτερον αὑτῷ χρησάμενος τοῖς δεδηλωμένοις περιέπεσε συμπτώμασιν·
因此,马尔库斯由于行事过于天真而非表现出将帅之才,陷入了上述的灾祸之中。
§10.32.8ἐγὼ δὲ παρʼ ὅλην τὴν πραγματείαν πολλάκις ἀναγκάζομαι περὶ τῶν τοιούτων ὑπομιμνήσκειν τοὺς ἐντυγχάνοντας, θεωρῶν, εἰ καὶ περί τι τῶν τῆς στρατηγίας μερῶν ἄλλο, καὶ περὶ τοῦτο διαμαρτάνοντας τοὺς ἡγεμόνας, καίτοι προδήλου τῆς ἀγνοίας ὑπαρχούσης.
而我在这部著作中,常常不得不向读者提醒此类事情,因为我看到,如果说将领们在将帅之术的其他任何方面会犯错的话,他们在此事上更是屡屡犯错,尽管这种无知带来的危害显而易见。
§10.32.9τί γὰρ ὄφελος ἡγεμόνος ἢ στρατηγοῦ μὴ διειληφότος διότι τῶν κατὰ μέρος κινδύνων, οἷς μὴ συμπάσχει τὰ ὅλα, πλεῖστον ἀπέχειν δεῖ τὸν ἡγούμενον;
因为,如果一个领袖或将军不能领会指挥官必须尽可能远离那些不关乎全局成败的局部危险,那么这样的领袖又有什么用呢?
§10.32.10τί δʼ ἀγνοοῦντος ὅτι, κἄν ποτʼ ἀναγκάζωσιν οἱ καιροὶ πράττειν τι τῶν κατὰ μέρος, πολλοὺς δεῖ πρότερον ἀποθανεῖν τῶν συνόντων πρὶν ἢ τὸ δεινὸν ἐγγίσαι τοῖς προεστῶσι τῶν ὅλων;
或者,如果他不知道,即使时势有时迫使他们采取某些局部行动,在危险逼近掌管全局的首脑之前,也必须先有许多随行人员捐躯,那又有什么用呢?
§10.32.11δεῖ γὰρ ἐν Καρὶ τὴν πεῖραν, ὡς ἡ παροιμία φησίν, οὐκ ἐν τῷ στρατηγῷ γίνεσθαι.
因为正如俗话说,实验应当在卡里亚人身上进行,而不应当在将军身上进行。
§10.32.12τὸ μὲν γὰρ λέγειν ὡς "3οὐκ ἂν ᾠόμην"3 "3τίς γὰρ ἂν ἤλπισε τοῦτο γενέσθαι"3;
因为在我看来,说什么“我没料到”或者“谁能想到会发生这种事?
μέγιστον εἶναί μοι δοκεῖ σημεῖον ἀπειρίας στρατηγικῆς καὶ βραδυτῆτος.
”是将领缺乏经验和愚钝的最大标志。