Humanitext Reader

ポリュビオス · 歴史 §10.30.1-10.30.9

軽装兵の高地制圧とアンティオコス軍の山道啓開

676 / 1311 箇所 · ギリシア語

要旨

アンティオコスの前衛部隊は予想を超える険路に直面するが、軽装兵が側面の崖を登って高地から蛮族を攻撃し、工兵が道を整備することで進軍を可能にし、蛮族を退却させた。

§10.30.1προαγόντων δὲ τούτων εἰς τὸ πρόσθεν, πολλῷ δυσχερεστέρας συνέβαινε φαίνεσθαι τὰς τῶν τόπων τραχύτητας καὶ στενότητας τῆς τοῦ βασιλέως προσδοκίας.
この者たちが前方へと進むにつれて、その土地の険しさと狭さは、王の予想をはるかに超えて困難なものとして現れてきた。
§10.30.2ἦν γὰρ τὸ μὲν ὅλον μῆκος τῆς ἀναβάσεως περὶ τριακοσίους σταδίους·
というのも、上り坂の全行程は約三百スタディオンであり、その行程の大部分は、急流の深い谷を通って進まねばならなかったからである。
ταύτης δὲ τὸ πλεῖστον μέρος ἔδει ποιεῖσθαι τῆς πορείας διὰ χαράδρας χειμάρρου καὶ βαθείας, εἰς ἣν πολλαὶ μὲν αὐτομάτως ἐκ τῶν ὑπερκειμένων κρημνῶν πέτραι κατενηνεγμέναι καὶ δένδρα δύσβατον ἐποίουν τὴν διʼ αὐτῆς πορείαν, πολλὰ δʼ ὑπὸ τῶν βαρβάρων εἰς τοῦτο τὸ μέρος συνηργεῖτο.
その谷へは、上方の崖から自然に崩れ落ちた多くの岩や樹木がそこを通る行軍を困難にしていただけでなく、蛮族たちによってこの目的のために多くの障害が加えられていた。
§10.30.3καὶ γὰρ ἐκκοπὰς δένδρων ἐπεποίηντο συνεχεῖς καὶ λίθων πλήθη μεγέθει διαφερόντων συνηθροίκεισαν·
実際、彼らは立ち木を絶え間なく伐採し、また並外れた大きさの岩を大量に積み上げていた。
αὐτοί τε παρʼ ὅλην τὴν φάραγγα τὰς εὐκαίρους ὑπεροχὰς καὶ δυναμένας σφίσιν ἀσφάλειαν παρέχεσθαι κατειληφότες ἐτήρουν, ὥστʼ, εἰ μὴ διήμαρτον, ἐντελῶς ἂν ἐξαδυνατήσαντα τὸν Ἀντίοχον ἀποστῆναι τῆς ἐπιβολῆς.
そして彼ら自身は、谷全体にわたって、有利な高地であり自分たちに安全をもたらしうる場所をあらかじめ占拠して見張っていたため、もし彼らが誤算をしなかったならば、アンティオコスを完全に無力化してその企てを断念させたであろう。
§10.30.4ὡς γὰρ δέον τοὺς πολεμίους πάντας κατʼ ἀνάγκην ποιεῖσθαι διʼ αὐτῆς τῆς φάραγγος τὴν ἀνάβασιν, οὕτως παρεσκευάσαντο καὶ πρὸς τοῦτο κατελάβοντο τοὺς τόπους.
彼らは、敵が全員、どうしてもこの谷自体を通って登らねばならないと考えて、そのように準備を整え、この目的のためにそれらの場所を占拠していたのである。
§10.30.5ἐκεῖνο δʼ οὐκ ἔβλεψαν ὅτι τὴν μὲν φάλαγγα καὶ τὴν ἀποσκευὴν οὐκ ἄλλως δυνατὸν ἦν, ἀλλʼ ὡς ἐκεῖνοι διέλαβον, ποιεῖσθαι τὴν πορείαν· πρὸς γὰρ τὰ παρακείμενα τῶν ὀρῶν οὐχ οἷόν τʼ ἦν τούτοις προσβαλεῖν, ἀλλὰ τοῖς ψιλοῖς καὶ τοῖς εὐζώνοις οὐκ ἀδύνατος ἦν ἡ διʼ αὐτῶν τῶν λευκοπέτρων ἀναβολή.
しかし彼らは、ファランクスと輜重については、彼らが考えていた通りの方法以外に前進することは不可能であり、隣接する山々から取り付くことはこれらには到底できなかったが、軽装兵や機動部隊にとっては、むき出しの岩壁自体を通って登ることが不可能ではないということを見落としていた。
§10.30.6ὅθεν ἅμα τῷ πρὸς τὸ πρῶτον φυλακεῖον προσμῖξαι τοὺς περὶ τὸν Διογένην, ἔξωθεν τῆς χαράδρας ποιουμένους τὴν ἀνάβασιν, ἀλλοιοτέραν ἐλάμβανε διάθεσιν.
それゆえ、ディオゲネスの一隊が谷の外側から登攀を行いつつ、最初の警備部隊に接触した途端、事態は異なる様相を呈することとなった。
§10.30.7εὐθέως γὰρ κατὰ τὴν συμπλοκὴν αὐτοῦ τοῦ πράγματος διδάσκοντος, ὑπερτιθέμενοι καὶ προσβαίνοντες πρὸς τὰ πλάγια τῶν χωρίων οἱ περὶ τὸν Διογένην, ὑπερδέξιοι τῶν πολεμίων ἐγίνοντο, καὶ χρώμενοι πυκνοῖς τοῖς ἀκοντίσμασι καὶ τοῖς ἐκ χειρὸς λίθοις κακῶς διετίθεσαν τοὺς βαρβάρους, καὶ μάλιστα ταῖς σφενδόναις ἐκακοποίουν ἐξ ἀποστήματος βάλλοντες.
というのも、衝突が始まるやいなや、状況そのものがなすべきことを教えたため、ディオゲネスの一隊はそれらの場所の側面に回り込んで登り、敵よりも高い位置に達した。 そして、激しい槍の投擲や手づからの石投げを用いて蛮族に手痛い打撃を与え、とりわけ、遠距離から投石器を用いて攻撃することで彼らを苦しめたからである。
§10.30.8ὅτε δὲ τοὺς πρώτους ἐκβιασάμενοι κατάσχοιεν τὸν τούτων τόπον, ἐδίδοτο τοῖς λειτουργοῖς καιρὸς εἰς τὸ πᾶν τὸ πρὸ ποδῶν ἀνακαθαίρειν καὶ λεαίνειν μετʼ ἀσφαλείας.
そして、彼らが最初の敵を退けてその場所を占拠するたびに、作業兵たちには、足元のすべての障害物を取り除き、安全に道を平らにならす時間が与えられた。
ἐγίνετο δὲ τοῦτο ταχέως διὰ τὴν πολυχειρίαν.
これは人数の多さゆえに迅速に行われた。
§10.30.9οὐ μὴν ἀλλὰ τούτῳ τῷ τρόπῳ τῶν μὲν σφενδονητῶν καὶ τοξοτῶν ἔτι δʼ ἀκοντιστῶν κατὰ τοὺς ὑπερδεξίους τόπους πορευομένων σποράδην, ποτὲ δὲ συναθροιζομένων καὶ καταλαμβανομένων τοὺς εὐκαίρους τόπους, τῶν δʼ ἀσπιδιωτῶν ἐφεδρευόντων, καὶ παρʼ αὐτὴν τὴν χαράδραν παραπορευομένων ἐν τάξει καὶ βάδην, οὐκ ἔμενον οἱ βάρβαροι, πάντες δὲ λιπόντες τοὺς τόπους ἡθροίσθησαν ἐπὶ τὴν ὑπερβολήν.
それどころか、このようにして、一方では投石兵、弓兵、さらには槍投げ兵たちが、優位な高地を散開して進み、時には集結して有利な場所を占拠し、他方では楯を持つ兵たちが予備として控え、谷のすぐ脇を隊列を整えて歩調を合わせて並進したため、蛮族たちは踏みとどまることができず、全員がその場所を捨てて、峠へと集結した。

語釈・文法注

  1. 10.30.1τούτων — 属格独立構文「προαγόντων δὲ τούτων」の代名詞。前章の最後で言及された、ディオゲネス、ポリュクセニダス、ニコメデス、ニコラオスらが率いる前衛部隊全体を指している。
  2. 10.30.3ἐξαδυνατήσαντα — 結果の ὥστε 節の中で、過去の反実仮想の帰結(ἄν + 分詞 + 不定詞)を表す。小辞 ἄν が分詞 ἐξαδυνατήσαντα に伴うことで、実質的に直説法過去(ἄν + 直説法過去)と同等の役割を果たし、不定詞 ἀποστῆναι の意味上の主語である τὸν Ἀντίοχον を修飾している。
  3. 10.30.4δέον — 非人称動詞 δεῖ の分詞中性単数対格による対格絶対(accusative absolute)。接続詞 ὡς を伴い、「〜せねばならないと考えて/前提として」という主観的な理由・確信を記述している。
  4. 10.30.8κατάσχοιεν — 接続詞 ὅτε と呼応する希求法(optative)。過去の文脈における反復的・一般的な事象(〜するたびに)を表す「過去反復の希求法」であり、主節の未完了過去動詞 ἐδίδοτο と呼応している。

この箇所を引用する

ポリュビオス, 歴史 §10.30.1-10.30.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.30.1-10.30.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。