§10.3.1ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος ὁμολογεῖται, διότι δʼ ἀγχίνους καὶ νήπτης καὶ τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐθεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑπʼ αὐγὰς αὐτοῦ τὴν φύσιν.
彼が親切で寛大であったことは誰もが認めるところであるが、彼が機敏で沈着、かつ設定された目標に対して知性を集中させていたということについては、彼と共に暮らし、その本性を間近で目撃した人々以外は誰も同意しないであろう。
§10.3.2ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ τὴν δόξαν ἡμῖν ἐνεργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπʼ ἐκείνου πεπραγμένοις.
そのような人々の一人がガイウス・ラエリウスであり、彼は若い頃から最期に至るまで、あらゆる行動と言葉を彼と共にし、彼の語ることがもっともらしく、プブリウスの成し遂げた事柄と合致していると思われたがゆえに、我々に彼に関するこの見解を抱かせた人物である。
§10.3.3ἔφη γὰρ πρώτην γεγονέναι Ποπλίου πρᾶξιν ἐπίσημον, καθʼ ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν ἱππομαχίαν συνεστήσατο πρὸς Ἀννίβαν περὶ τὸν Πάδον καλούμενον ποταμόν.
実際、彼はプブリウスの最初の顕著な事績は、彼の父がパドゥスと呼ばれる川の近くでハンニバルとの騎兵戦を開始した時に起こったと語った。
§10.3.4τότε γάρ, ὡς ἔοικεν, ἑπτακαιδέκατον ἔτος ἔχων καὶ πρῶτον εἰς ὕπαιθρον ἐξεληλυθώς, συστήσαντος αὐτῷ τοῦ πατρὸς διαφερόντων ἱππέων οὐλαμὸν ἀσφαλείας χάριν, συνθεασάμενος ἐν τῷ κινδύνῳ τὸν πατέρα περιειλημμένον ὑπὸ τῶν πολεμίων μετὰ δυεῖν ἢ τριῶν ἱππέων καὶ τετρωμένον ἐπισφαλῶς, τὰς μὲν ἀρχὰς ἐπεβάλετο παρακαλεῖν τοὺς μεθʼ αὑτοῦ βοηθῆσαι τῷ πατρί,
その時、どうやら彼は十七歳で、初めて実戦に出たばかりであったが、父が安全のために優れた騎兵の一隊を彼に随伴させていたところ、戦闘の中で、父が二、三人の騎兵とともに敵に包囲され、危険な傷を負っているのを目の当たりにし、最初は自分の部下たちに父を救助するよう促そうとした。
§10.3.5τῶν δʼ ἐπὶ ποσὸν κατορρωδούντων διὰ τὸ πλῆθος τῶν περιεστώτων πολεμίων, αὐτὸς εἰσελάσαι παραβόλως δοκεῖ καὶ τολμηρῶς εἰς τοὺς περικεχυμένους.
しかし、取り囲む敵の多さに彼らがいくらかひるんでいたため、彼自身が包囲している者たちの中へ大胆かつ果敢に突入したと思われる。
§10.3.6μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἀναγκασθέντων ἐμβαλεῖν οἱ μὲν πολέμιοι καταπλαγέντες διέστησαν, ὁ δὲ Πόπλιος ἀνελπίστως σωθεὶς πρῶτος αὐτὸς τὸν υἱὸν σωτῆρα προσεφώνησε πάντων ἀκουόντων.
この後、他の者たちも突撃せざるを得なくなり、敵は驚愕して退却し、思いがけず救出されたプブリウスは、皆が聞いている前で、自らまず息子を救世主と呼びかけた。
§10.3.7περιγενομένης δʼ αὐτῷ τῆς ἐπʼ ἀνδρείᾳ φήμης ὁμολογουμένης διὰ τὴν προειρημένην χρείαν, λοιπὸν ἤδη πάντως αὑτὸν ἐδίδου κατὰ τοὺς ὕστερον καιροὺς εἰς τοὺς κατʼ ἰδίαν κινδύνους, ὅτʼ εἰς αὐτὸν ἀναρτηθεῖεν ὑπὸ τῆς πατρίδος αἱ τῶν ὅλων ἐλπίδες·
この前述の功績によって、彼の勇敢さに対する満場一致の評判が確立されると、その後は、国家全体の希望が彼にかかっている時には、個人としての危険に身をさらすことを一切控えるようになった。
ὅπερ ἴδιόν ἐστιν οὐ τῇ τύχῃ πιστεύοντος, ἀλλὰ νοῦν ἔχοντος ἡγεμόνος.
これこそ、運を信じる者ではなく、理性を備えた指導者固有の特徴である。