§10.3.1ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος ὁμολογεῖται, διότι δʼ ἀγχίνους καὶ νήπτης καὶ τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐθεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑπʼ αὐγὰς αὐτοῦ τὴν φύσιν.
因为他乐善好施、宽宏大量是众所公认的,但若说他机敏、冷静且在心思上专注于既定目标,除了那些与他共同生活并近距离观察过他本性的人之外,没有人会同意。
§10.3.2ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ τὴν δόξαν ἡμῖν ἐνεργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπʼ ἐκείνου πεπραγμένοις.
在这些人中,有一位是盖乌斯·莱利乌斯,他从年轻时直到去世,在一切言行上都与他同行,由于他的话语显得入情入理,且与那人的所作所为相一致,因而使我们确信了关于他的这一看法。
§10.3.3ἔφη γὰρ πρώτην γεγονέναι Ποπλίου πρᾶξιν ἐπίσημον, καθʼ ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν ἱππομαχίαν συνεστήσατο πρὸς Ἀννίβαν περὶ τὸν Πάδον καλούμενον ποταμόν.
实际上,他说普布利乌斯的第一次著名事迹,发生在起父亲在被称为帕杜斯的河流附近与汉尼拔展开骑兵战的时候。
§10.3.4τότε γάρ, ὡς ἔοικεν, ἑπτακαιδέκατον ἔτος ἔχων καὶ πρῶτον εἰς ὕπαιθρον ἐξεληλυθώς, συστήσαντος αὐτῷ τοῦ πατρὸς διαφερόντων ἱππέων οὐλαμὸν ἀσφαλείας χάριν, συνθεασάμενος ἐν τῷ κινδύνῳ τὸν πατέρα περιειλημμένον ὑπὸ τῶν πολεμίων μετὰ δυεῖν ἢ τριῶν ἱππέων καὶ τετρωμένον ἐπισφαλῶς, τὰς μὲν ἀρχὰς ἐπεβάλετο παρακαλεῖν τοὺς μεθʼ αὑτοῦ βοηθῆσαι τῷ πατρί, §10.3.5τῶν δʼ ἐπὶ ποσὸν κατορρωδούντων διὰ τὸ πλῆθος τῶν περιεστώτων πολεμίων, αὐτὸς εἰσελάσαι παραβόλως δοκεῖ καὶ τολμηρῶς εἰς τοὺς περικεχυμένους.
那时,他似乎只有十七岁,第一次踏入战场,他的父亲为了安全起见,随行派给他一队精锐骑兵,当他在危险中看到父亲仅与两三名骑兵一起被敌人包围,且受了致命的重伤时,起初他试图鼓动随从们去救援他的父亲;但由于周围敌人数量众多,随从们有些畏缩,他自己似乎便不顾危险地、勇敢地冲向了包围者。
§10.3.6μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἀναγκασθέντων ἐμβαλεῖν οἱ μὲν πολέμιοι καταπλαγέντες διέστησαν, ὁ δὲ Πόπλιος ἀνελπίστως σωθεὶς πρῶτος αὐτὸς τὸν υἱὸν σωτῆρα προσεφώνησε πάντων ἀκουόντων.
在此之后,其他人也由于被迫而发起冲锋,敌人因震惊而退避,而意外获救的普布利乌斯本人,在众人听得到的地方,第一个称他的儿子为救星。
§10.3.7περιγενομένης δʼ αὐτῷ τῆς ἐπʼ ἀνδρείᾳ φήμης ὁμολογουμένης διὰ τὴν προειρημένην χρείαν, λοιπὸν ἤδη πάντως αὑτὸν ἐδίδου κατὰ τοὺς ὕστερον καιροὺς εἰς τοὺς κατʼ ἰδίαν κινδύνους, ὅτʼ εἰς αὐτὸν ἀναρτηθεῖεν ὑπὸ τῆς πατρίδος αἱ τῶν ὅλων ἐλπίδες· ὅπερ ἴδιόν ἐστιν οὐ τῇ τύχῃ πιστεύοντος, ἀλλὰ νοῦν ἔχοντος ἡγεμόνος.
凭借上述功绩,他获得了举世公认的英勇声誉,自此以后,当整个国家的希望都寄托在他身上时,他便完全避免让自己置身于个人危险之中;这并非是一个信赖运气、而是一个拥有理智的领袖所特有的特征。