§10.23.1ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται·
さて、彼があらゆる状況に適していると考え、騎兵たちが習熟すべきであるとした動きは、次のようなものであった。
§10.23.2αἱ καθʼ ἵππον μὲν κλίσεις ἐφʼ ἡνίαν καὶ πάλιν ἐπὶ δόρυ, πρὸς δὲ τούτοις ἀναστροφὴ καὶ μεταβολή,
個々の馬については手綱の方(左)へ、また槍の方(右)への旋回、さらにこれらに加えて、反転と方向転換。
§10.23.3κατʼ οὐλαμὸν δʼ ἐπιστροφὴ καὶ περισπασμός, ἔτι δʼ ἐκπερισπασμός,
小隊ごとには、旋回と急転回、さらには展開。
§10.23.4πρὸς δὲ τούτοις ἐξαγωγαὶ κατὰ λόχους καὶ διλοχίας ἀφʼ ἑκατέρων τῶν κεράτων μετὰ τάχους, ποτὲ δʼ ἀπὸ τῶν μέσων, καὶ συναγωγαὶ πάλιν μετʼ ἐποχῆς εἰς οὐλαμούς, εἰς ἴλας, εἰς ἱππαρχίας,
これらに加えて、両翼から迅速に行われる中隊および重中隊ごとの引き出し、時には中央からの引き出し、そして一時停止を伴いながら、再び小隊、騎兵中隊、騎兵旅団へと整然と再統合すること。
§10.23.5ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφʼ ἑκατέρων τῶν κεράτων ἢ διὰ παρεμβολῆς ἢ διὰ παραγωγῆς τῆς παρὰ τοὺς οὐραγούς.
これらに加えて、挿入によるか、あるいは最後列の兵たちに沿った側面行軍による、両翼への戦闘展開。
§10.23.6τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη·
というのも、折れ曲がりによる動きについては、訓練を必要としないと彼は言ったからである。
σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν.
それらはほぼ行軍の状態にあるのと同様だからである。
§10.23.7ἐκ δὲ τούτου τὰς ἐπαγωγὰς τὰς ἐπὶ τοὺς ἐναντίους καὶ τὰς ἀποχωρήσεις ἔδει συνεθίζειν ἐν πάσαις ταῖς κινήσεσιν ἐπὶ τοσοῦτον ὥστε δεινῷ τῷ τάχει προσάγειν, ἐφʼ ὅσον συζυγοῦντας καὶ συστοιχοῦντας διαμένειν, ἅμα δὲ καὶ τὰ διαστήματα κατὰ τοὺς οὐλαμοὺς τηρεῖν,
この後に、敵に対する突撃と退却を、あらゆる動きにおいて訓練し、横の列と縦の列を揃えて維持できる限りにおいて、恐るべき速さで前進させ、同時に小隊ごとの間隔を維持できるようにする必要があった。
§10.23.8ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδʼ ἀχρειότερον.
なぜなら、小隊における隊列を乱した騎兵たちが、あえて戦うことを選ぶ場合、これほど危険で無益なものはないからである。
§10.23.9ταῦτα δʼ ὑποδείξας τοῖς τε πολλοῖς καὶ τοῖς ἀποτελείοις, αὖθις ἐπεπορεύετο τὰς πόλεις, ἐξετάζων πρῶτον μὲν εἰ συμπεριφέρονθʼ οἱ πολλοὶ τοῖς παραγγελλομένοις, δεύτερον δʼ εἰ κρατοῦσιν οἱ κατὰ πόλεις ἄρχοντες τοῦ σαφῶς καὶ δεόντως διδόναι τὰ παραγγέλματα,
一般の兵士と将校たちの両方にこれらの手本を示した後、彼は再び諸都市を巡回し、第一に一般の兵士たちが命令に従って動いているか、第二に各都市の指揮官たちが明確かつ適切に命令を出すことに習得しているかを検査した。
§10.23.10κρίνων πρὸς τὴν ἀλήθειαν οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶν
実際のところ、[命令を伝える人々の……]よりも不可欠なものはないと判断して……