§10.23.1ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται· §10.23.2αἱ καθʼ ἵππον μὲν κλίσεις ἐφʼ ἡνίαν καὶ πάλιν ἐπὶ δόρυ, πρὸς δὲ τούτοις ἀναστροφὴ καὶ μεταβολή, §10.23.3κατʼ οὐλαμὸν δʼ ἐπιστροφὴ καὶ περισπασμός, ἔτι δʼ ἐκπερισπασμός, §10.23.4πρὸς δὲ τούτοις ἐξαγωγαὶ κατὰ λόχους καὶ διλοχίας ἀφʼ ἑκατέρων τῶν κεράτων μετὰ τάχους, ποτὲ δʼ ἀπὸ τῶν μέσων, καὶ συναγωγαὶ πάλιν μετʼ ἐποχῆς εἰς οὐλαμούς, εἰς ἴλας, εἰς ἱππαρχίας, §10.23.5ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφʼ ἑκατέρων τῶν κεράτων ἢ διὰ παρεμβολῆς ἢ διὰ παραγωγῆς τῆς παρὰ τοὺς οὐραγούς.
The movements which he believed to be suitable for every occasion, and in which the cavalrymen had to be trained, were these: individual turnings toward the reins and back toward the spear, and in addition to these, wheeling back and facing about; by squadrons, wheeling and sweeping round, and furthermore out-wheeling; and in addition to these, rapid deployments by sections and double sections from both flanks, and sometimes from the center, and bringing them together again with checking into squadrons, troops, and brigades; and besides these, deploying into line on both flanks, either by insertion or by lateral march along the file-closers.
§10.23.6τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη· σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν.
For he said that movements by wheeling did not require practice, since they have almost the same character as a march.
§10.23.7ἐκ δὲ τούτου τὰς ἐπαγωγὰς τὰς ἐπὶ τοὺς ἐναντίους καὶ τὰς ἀποχωρήσεις ἔδει συνεθίζειν ἐν πάσαις ταῖς κινήσεσιν ἐπὶ τοσοῦτον ὥστε δεινῷ τῷ τάχει προσάγειν, ἐφʼ ὅσον συζυγοῦντας καὶ συστοιχοῦντας διαμένειν, ἅμα δὲ καὶ τὰ διαστήματα κατὰ τοὺς οὐλαμοὺς τηρεῖν, §10.23.8ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδʼ ἀχρειότερον.
After this, it was necessary to accustom them in all movements to charges against the enemy and retreats, to such an extent that they should advance with formidable speed, as long as they remained aligned in rank and file, and at the same time maintained the intervals between the squadrons; since when cavalrymen who have broken their formation in squadrons choose to face danger, nothing is more hazardous or useless.
§10.23.9ταῦτα δʼ ὑποδείξας τοῖς τε πολλοῖς καὶ τοῖς ἀποτελείοις, αὖθις ἐπεπορεύετο τὰς πόλεις, ἐξετάζων πρῶτον μὲν εἰ συμπεριφέρονθʼ οἱ πολλοὶ τοῖς παραγγελλομένοις, δεύτερον δʼ εἰ κρατοῦσιν οἱ κατὰ πόλεις ἄρχοντες τοῦ σαφῶς καὶ δεόντως διδόναι τὰ παραγγέλματα, §10.23.10κρίνων πρὸς τὴν ἀλήθειαν οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶν
Having demonstrated these things both to the common soldiers and to the officers, he again went round the cities, inspecting first whether the common soldiers conformed to the orders, and secondly whether the local commanders were skilled in giving the orders clearly and properly, judging that in truth nothing was more necessary than the [of the...]