§10.22.1Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς·
さて、フィロポイメンは第一に、優れた天分を持って生まれた。
ἦν γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατʼ Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτῷ ξένον ὑπάρχοντα, φυγαδεύοντα δὲ κατʼ ἐκείνους τοὺς καιρούς, ὄντα δὲ Μαντινέων ἐπιφανέστατον.
というのも、彼はアルカディアで最も著名な家柄の出身であり、当時亡命中であったがマンティネイア人の中で最も著名な人物であり、彼の父親の代からの客友でもあったマンティネイア人クレアンドロスによって養育され、教育されたからである。
§10.22.2μετὰ δὲ ταῦτα παραγενόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ τὴν φυγὴν ἠλευθέρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι κατʼ Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν,
その後、成人すると、彼はエクデモスとデモファネスを熱心に慕うようになった。 彼らはメガロポリスの出身で、僭主たちを避けて亡命し、その亡命中に哲学者アルケシラオスと交わり、僭主アリストデモスに対する蜂起を組織して自らの祖国を解放した人々であった。
§10.22.3συνεπελάβοντο δὲ καὶ τῆς καταλύσεως τοῦ Σικυωνίων τυράννου Νικοκλέους, κοινωνήσαντες Ἀράτῳ τῆς ἐπιβολῆς·
彼らはまた、アラトスとその企てを共にして、シキュオンの僭主ニコクレスの打倒をも助けた。
ἔτι δὲ Κυρηναίων αὐτοὺς μεταπεμψαμένων ἐπιφανῶς προύστησαν καὶ διεφύλαξαν αὐτοῖς τὴν ἐλευθερίαν,
さらに、キュレネの人々に招かれて、見事に国政を指導し、彼らの自由を守り抜いた。
§10.22.4οἷς κατὰ τὴν πρώτην ἡλικίαν ἐπὶ πολὺ συμβιώσας διέφερε μὲν εὐθέως τῶν καθʼ αὑτὸν περί τε τὰς ἐν τοῖς κυνηγίοις κακοπαθείας καὶ τόλμας περί τε τὰς ἐν τοῖς πολεμικοῖς,
青年期の初めに彼らと長く生活を共にしたフィロポイメンは、狩猟における忍耐強さと勇敢さにおいても、軍事におけるそれらにおいても、同世代の者たちよりすぐに頭角を現した。
§10.22.5ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας.
また、日常生活においても、身なりにおいて質素で慎み深く、前述の男たちから次のような確信を受け継いでいた。 すなわち、自らの私生活を疎かにする者が公の事柄を立派に指導することは不可能であり、また、自らの財産による適度な暮らしを超えて贅沢に暮らす者が、祖国の財産に手をつけずにいることもまた不可能である、という確信である。
§10.22.6πλὴν κατασταθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἱππάρχης ἐν τοῖς προειρημένοις καιροῖς, καὶ παραλαβὼν τὰ συντάγματα τῶν ἱππέων παντὶ τρόπῳ κατεφθαρμένα καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας, §10.22.7οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας.
ともあれ、前述の時期にアカイア人たちによって騎兵長官に任命され、あらゆる面で破綻していた騎兵部隊と、意気消沈していた兵士たちの心を受け継いだとき、彼は、全員を真の訓練と成果をもたらす熱意へと導くことによって、短期間のうちに、彼ら自身を以前より優れたものにしただけでなく、敵よりも強力なものにした。
§10.22.8τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν προειρημένην ἀρχήν, οἱ μὲν διὰ τὴν ἰδίαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδὲν ὧν καθήκει προστάττειν, §10.22.9οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, διʼ οὗ τρόπου σῴζεται τὰ κοινά, ἀλλὰ συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας.
というのも、この前述の職に任命される他の者たちの大部分は、ある者は自分自身が騎術において無能であるために、部下たちに果たすべき義務を何一つ命じる勇気を持たず、またある者は、将軍職を熱望するがゆえに、この職を利用して若者たちに媚を売り、将来の協力者として懐柔しようとし、これによって国家が救われるはずの叱責を、過ちを犯した者に加えることをせず、かえって彼らの過ちを覆い隠し、小さな好意のために自分たちを信頼して任せてくれた人々(国家)に大きな損害を与えるからである。
§10.22.10εἰ δέ ποτε γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς.
そして、仮に指導者の中に、肉体的な活動能力に優れ、公金に手をつけないことを望む者がいたとしても、彼らは誤った熱意によって、怠慢な者たちに対して、歩兵を、そしてそれ以上に騎兵を、さらに台無しにしてしまうのである。