Humanitext Reader

波利比奥斯 · 历史 §10.22.1-10.22.10

菲洛皮门的出身与阿凯亚骑兵改革

第 668 段,共 1311 段 · 希腊语

内容简介

叙述了菲洛皮门的显赫出身、所受教育及简朴的私人生活信念,并对比了其他寻常军官的无能与腐败,展现了他出任阿凯亚骑兵长官后通过严格训练整顿并重振骑兵队的事迹。

§10.22.1Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς· ἦν γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατʼ Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτῷ ξένον ὑπάρχοντα, φυγαδεύοντα δὲ κατʼ ἐκείνους τοὺς καιρούς, ὄντα δὲ Μαντινέων ἐπιφανέστατον.
且说菲洛皮门首先天资优秀;因为他出身于阿卡迪亚最显赫的家族,并由曼提尼亚人克莱安德罗斯抚养和教育,此人是他父亲的世交,当时虽处于流亡之中,却是曼提尼亚人中最杰出的人物。
§10.22.2μετὰ δὲ ταῦτα παραγενόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ τὴν φυγὴν ἠλευθέρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι κατʼ Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν,
此后,他到了成年,便成了埃克德莫斯和德莫法内斯的追随者。 这两个人出身于美加洛波利斯,为了躲避僭主而流亡,并在流亡期间与哲学家阿耳克西拉乌斯共同生活,他们通过组织针对僭主阿里斯托德莫斯的行动而解放了自己的祖国。
§10.22.3συνεπελάβοντο δὲ καὶ τῆς καταλύσεως τοῦ Σικυωνίων τυράννου Νικοκλέους, κοινωνήσαντες Ἀράτῳ τῆς ἐπιβολῆς· ἔτι δὲ Κυρηναίων αὐτοὺς μεταπεμψαμένων ἐπιφανῶς προύστησαν καὶ διεφύλαξαν αὐτοῖς τὴν ἐλευθερίαν,
他们还协助推翻了西库翁的僭主尼科克勒斯,与阿拉图斯共同参与了这一企图;此外,在库雷奈人召请他们时,他们卓越地领导了他们,并为他们捍卫了自由。
§10.22.4οἷς κατὰ τὴν πρώτην ἡλικίαν ἐπὶ πολὺ συμβιώσας διέφερε μὲν εὐθέως τῶν καθʼ αὑτὸν περί τε τὰς ἐν τοῖς κυνηγίοις κακοπαθείας καὶ τόλμας περί τε τὰς ἐν τοῖς πολεμικοῖς,
菲洛皮门在青年时代早期与他们长期共同生活,无论是在狩猎中的吃苦耐劳与勇敢,还是在军事事务中,都立刻超越了同辈。
§10.22.5ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας.
此外,他在日常生活中也很细心,衣着十分质素,从上述男子那里继承了这样的信念:即凡是疏忽自己私生活的人,都不可能把公共事务管理好;而生活奢华、超出自己私有财产供养范围的人,也绝不可能不染指祖国的财产。
§10.22.6πλὴν κατασταθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἱππάρχης ἐν τοῖς προειρημένοις καιροῖς, καὶ παραλαβὼν τὰ συντάγματα τῶν ἱππέων παντὶ τρόπῳ κατεφθαρμένα καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας,
然而,在上述时期,他被阿凯亚人任命为骑兵长官,并接管了在各方面都已败坏的骑兵队伍以及士气低落的士兵。
§10.22.7οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας.
他在短时间内不仅使他们比以前的自己更好,而且使他们比对手更强大,将所有人带入真正的训练和取得成效的热忱之中。
§10.22.8τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν προειρημένην ἀρχήν, οἱ μὲν διὰ τὴν ἰδίαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδὲν ὧν καθήκει προστάττειν, §10.22.9οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, διʼ οὗ τρόπου σῴζεται τὰ κοινά, ἀλλὰ συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας.
因为在被任命为上述职位的其他大多数人中,有些人因为自己在骑术方面的无能,甚至不敢命令部下履行任何应尽的职责;另一些人则企图获取将军职位,通过这一职位讨好年轻人,使他们成为未来的友好支持者,不对需要责备的人进行责备(而这正是拯救公共事务的途径),反而包庇他们的错误,为了小恩小惠而给信任他们的人带来极大的危害。
§10.22.10εἰ δέ ποτε γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς.
如果什么时候有一些官员,他们既有能力进行身体力行的服务,又渴望不染指公物,他们也会因为错误的狂热,在对待那些怠慢职责的人时,反而更深地败坏了步兵,尤其是骑兵。

词汇与语法注释

  1. 10.22.1ἔφυ — 第二不定过去时的不及物动词用法,意为“生来是”或“天生具有某种资质”。在此用于引入他高贵的天然禀赋与家族背景。
  2. 10.22.5ὡς οὐχ οἷόν τε... οὔτε μὴν ἀποσχέσθαι... — 解释所继承信念(δόξας)内容的 ὡς 从句内部结构。短语 οὐχ οἷόν τε(是不可能的)支配不定式 προστατεῖν(管理),并由否定并列连词 οὔτε μὴν 连接随后的不定式 ἀποσχέσθαι(克制、不染指)。后一个不定式的逻辑主语包含在起条件作用的关系从句 ὅστις... ζῇ(凡是……生活的人)中。
  3. 10.22.10πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς — 此处的 κακοζηλωσία 指的是“不当的热忱”或“过度的狂热”,即对怠惰的下属采取过分严厉的纪律。动词 ἀπεργάζονται 配合表示“更多(危害)”的代词宾语 πλείω,支配宾格对象 τοὺς πεζούς(步兵)和 τοὺς ἱππεῖς(骑兵),而 κατὰ τῶν ὀλιγωρούντων 意为“针对怠慢者”,整句表示他们因不切实际的严苛态度反而给步兵和骑兵带来更深的破坏。

引用这一段

波利比奥斯, 历史 §10.22.1-10.22.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.22.1-10.22.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。