§10.21.1ὅτι Εὐρυλέων ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἄτολμος ἦν καὶ πολεμικῆς χρείας ἀλλότριος.
アカイア人の将軍エウリュレオンは、臆病で、軍事的な実務には不慣れであった。
§10.21.2τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτου ποιῆσαι τὸ παραπλήσιον.
叙述の歩みが私たちをフィロポイメンの事績の始まりの時へと導いている今、他の著名な人々についてもそれぞれの教育と天性を明らかにするよう努めたのと同様に、この人物についても同じようにすることが義務であると私たちは考える。
§10.21.3καὶ γὰρ ἄτοπον τὰς μὲν τῶν πόλεων κτίσεις τοὺς συγγραφέας, καὶ πότε καὶ πῶς καὶ διὰ τίνων ἐκτίσθησαν, ἔτι δὲ τὰς διαθέσεις καὶ περιστάσεις μετʼ ἀποδείξεως ἐξαγγέλλειν, τὰς δὲ τῶν τὰ ὅλα χειρισάντων ἀνδρῶν ἀγωγὰς καὶ ζήλους παρασιωπᾶν, καὶ ταῦτα τῆς χρείας μεγάλην ἐχούσης τὴν διαφοράν·
なぜなら、歴史家たちが都市の創建について、それがいつ、どのように、誰によって創建されたか、さらにはその配置や境遇などを実証的に報告する一方で、大局を掌握した人物たちの教育や志向を語らずに置くのは不条理なことであり、しかも実用性の点では、これら二つの間には大きな違いがあるからである。
§10.21.4ὅσῳ γὰρ ἄν τις καὶ ζηλῶσαι καὶ μιμήσασθαι δυνηθείη μᾶλλον τοὺς ἐμψύχους ἄνδρας τῶν ἀψύχων κατασκευασμάτων, τοσούτῳ καὶ τὸν περὶ αὐτῶν λόγον διαφέρειν εἰκὸς πρὸς ἐπανόρθωσιν τῶν ἀκουόντων.
生きている人間の方を、生命のない建造物よりも、人がはるかに熱心に慕い、模倣できるものであるなら、それだけ、彼らに関する叙述の方が、聞き手の自己改善にとって優れた価値を持つと考えるのが当然だからである。
§10.21.5εἰ μὲν οὖν μὴ κατʼ ἰδίαν ἐπεποιήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ᾗ διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρημένων φέρειν ἀπολογισμόν·
したがって、もし私が彼について、彼が何者であり、誰の血筋で、若い頃にどのような教育を受けたかを明らかにした、独立した著作を著していなかったとすれば、前述の事柄のそれぞれについて詳細な説明を行う必要があっただろう。
§10.21.6ἐπεὶ δὲ πρότερον ἐν τρισὶ βυβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, §10.21.7δῆλον ὡς ἐν τῇ νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέρᾳ τῶν συντάξεων τηρῶμεν.
しかし、私は以前、この歴史叙述とは別に、三巻に及ぶ書物の中で、彼の子供時代の教育や最も輝かしい事績を明らかにしながら、彼に関する伝記を著したのであるから、今回の叙述においては、若い頃の教育や若き日の志向については個別的な叙述を省き、あちらの著作では要約的にしか示されていなかった彼の全盛期の業績について、今回は詳細に書き加えるのがふさわしいことは明らかである。
ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος,
それは、二つの著作のそれぞれに適した性質を私たちが維持するためである。
§10.21.8ὑπάρχων ἐγκωμιαστικός, ἀπῄτει τὸν κεφαλαιώδη καὶ μετʼ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετʼ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλλογισμῶν.
というのも、あちらの記述形式は、賛辞を目的とするものであったため、事績についての要約的かつ称揚を交えた記述を必要としたが、これに対して歴史の叙述形式は、賞賛と非難の双方に関わるものであるため、真実であり、かつ実証的で、個々の事績に付随する因果的分析を伴った説明を求めるからである。