Humanitext Reader

ポリュビオス · 歴史 §10.20.1-10.20.8

カルタゴでの軍事訓練と武器製造および進軍

666 / 1311 箇所 · ギリシア語

要旨

プブリウスはカルタゴで陸海軍に厳格な訓練を課し、職人たちを督励して武器製造を進め、都市全体を戦争の準備態勢に整えた後、タラコに向けて進軍した。

§10.20.1αὐτὸς δὲ χρόνον μέν τινʼ ἐν τῇ Καρχηδόνι τάς τε ναυτικὰς δυνάμεις ἐγύμναζε συνεχῶς καὶ τοῖς χιλιάρχοις ὑπέδειξε τοιοῦτόν τινα τρόπον τῆς τῶν πεζικῶν στρατοπέδων γυμνασίας.
彼はしばらくの間カルタゴに留まり、海軍を絶えず訓練するとともに、歩兵部隊の訓練について千人隊長たちに次のような方法を指示した。
§10.20.2τὴν μὲν πρώτην ἡμέραν ἐκέλευσε τροχάζειν ἐπὶ τριάκοντα σταδίους ἐν τοῖς ὅπλοις, τὴν δὲ δευτέραν πάντας ἐκτρίβειν καὶ θεραπεύειν καὶ κατασκοπεῖν ἐν τῷ φανερῷ τὰς πανοπλίας, τῇ δʼ ἑξῆς ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν,
初日には、武装したまま三十スタディオンを走るよう命じ、二日目には、全員がその武具一式を磨き、手入れし、公に点検することを、そして翌日には、休息し、怠惰に過ごすことを命じた。
§10.20.3τῇ δὲ μετὰ ταύτην τοὺς μὲν μαχαιρομαχεῖν ξυλίναις ἐσκυτωμέναις μετʼ ἐπισφαιρῶν μαχαίραις, τοὺς δὲ τοῖς ἐσφαιρωμένοις γρόσφοις ἀκοντίζειν, τῇ δὲ πέμπτῃ πάλιν ἐπὶ τοὺς αὐτοὺς δρόμους καὶ τὴν ἀρχὴν ἐπανάγειν.
その翌日には、ある者たちには革を巻いて先に球をつけた木製の剣で模擬剣術をさせ、別の者たちには先に球をつけた投げ槍で標的を狙わせ、五日目には再び同じ走破訓練に戻り、最初から繰り返すようにさせた。
§10.20.4ἵνα δὲ μήτε τῶν πρὸς τὰς μελέτας ὅπλων μήτε τῶν πρὸς τὴν ἀλήθειαν μηδὲν ἐλλείπῃ, τὴν πλείστην ἐποιεῖτο σπουδὴν πρὸς τοὺς χειροτέχνας.
訓練用の武器も実戦用の武器も一切不足することのないよう、彼は職人たちに対して最大の熱意を注いだ。
§10.20.5κατὰ μέρος μὲν οὖν ἄνδρας ἐπιμελεῖς ἐφεστάκει πρὸς ταύτην τὴν χρείαν, καθάπερ ἐπάνω προεῖπον· αὐτὸς δὲ καθʼ ἡμέραν ἐπεπορεύετο, καὶ διʼ αὑτοῦ τὰς χορηγίας ἑκάστοις παρεσκεύαζε.
各部署には、先に私が述べたように、この任務のために注意深い男たちを配置していたが、彼自身も毎日巡回し、自らそれぞれの職人に必要な資材を供給した。
§10.20.6λοιπὸν τῶν μὲν πεζικῶν στρατοπέδων κατὰ τοὺς πρὸ τῆς πόλεως τόπους χρωμένων ταῖς μελέταις καὶ ταῖς γυμνασίαις, τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις, τῶν δὲ κατὰ τὴν πόλιν ἀκονώντων τε καὶ χαλκευόντων καὶ τεκταινομένων, καὶ συλλήβδην ἁπάντων σπουδαζόντων περὶ τὰς τῶν ὅπλων κατασκευάς, §10.20.7οὐκ ἔσθʼ ὃς οὐκ ἂν εἶπε κατὰ τὸν Ξενοφῶντα τότε θεασάμενος ἐκείνην τὴν πόλιν ἐργαστήριον εἶναι πολέμου.
かくして、歩兵部隊が市外の広場で演習と訓練を行い、海軍力が海上で機動演習と漕艇訓練を行い、市内の人々が刀剣を研ぎ、鍛え、木工を行い、要するに全員が武器の製造に励んでいるため、当時その都市を見た者なら誰しも、クセノポンの言葉を借りて、そこが"戦争の仕事場"であると言ったに違いない。
§10.20.8ἐπεὶ δʼ αὐτῷ πάντα καλῶς ἐδόκει καὶ δεόντως ἐξησκῆσθαι τὰ πρὸς τὰς χρείας, μετὰ ταῦτα ταῖς τε φυλακαῖς καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν, ἀνέζευξε καὶ τῇ πεζικῇ καὶ ναυτικῇ δυνάμει, καὶ προῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Ταρράκωνος, ἔχων μεθʼ αὑτοῦ καὶ τοὺς ὁμήρους.
必要とされるすべての準備が立派に、また適切に整ったと見なすと、その後、衛兵の配置と城壁の補強によって市内の安全を確保した上で、彼は陸海両軍とともに出発し、人質たちも同行させて、タラコに向けて進軍を開始した。

語釈・文法注

  1. 10.20.3τοὺς μὲν μαχαιρομαχεῖν... τοὺς δὲ... ἀκοντίζειν — ἐκέλευσε(10.20.2)に支配される対格と不定詞の構文。τοὺς μὲν と τοὺς δὲ はそれぞれの不定詞の意味上の主語(対格)である。
  2. 10.20.7οὐκ ἔσθʼ ὃς οὐκ ἂν εἶπε — 二重否定(「〜しなかった者はいない」=「誰もが〜しただろう」)。ἂν と直説法過去(εἶπε)が組み合わさり、過去における反事実的帰結あるいは過去の強い推量を表す。
  3. 10.20.8ἐπεὶ δʼ αὐτῷ πάντα καλῶς ἐδόκει... ἐξησκῆσθαι — ἐδόκει(非人称動詞的用法「〜のように思われた」)に完了不定詞 ἐξησκῆσθαι が続き、その意味上の主語として対格 πάντα... τὰ πρὸς τὰς χρείας が置かれている。αὐτῷ は判断の主体(与格)。

この箇所を引用する

ポリュビオス, 歴史 §10.20.1-10.20.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.20.1-10.20.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。