Humanitext Reader

波利比奥斯 · 历史 §10.21.1-10.21.8

菲洛皮门的生平与历史与传记之别

第 667 段,共 1311 段 · 希腊语

内容简介

在指出阿凯亚将军欧律莱翁的无能之后,作者在进入菲洛皮门事迹的叙述时,阐明了说明其教养与性格的重要性,并探讨了传记与历史这两种文体在叙述风格上的差异。

§10.21.1ὅτι Εὐρυλέων ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἄτολμος ἦν καὶ πολεμικῆς χρείας ἀλλότριος.
阿凯亚人的将军欧律莱翁胆怯懦弱,对军事事务全然外行。
§10.21.2τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτου ποιῆσαι τὸ παραπλήσιον.
既然叙述的进程已将我们带到了菲洛皮门事迹的起点,我们认为,正如我们曾努力对其他杰出人物指明其各自的教养与天赋一样,我们也理应为他做同样的事。
§10.21.3καὶ γὰρ ἄτοπον τὰς μὲν τῶν πόλεων κτίσεις τοὺς συγγραφέας, καὶ πότε καὶ πῶς καὶ διὰ τίνων ἐκτίσθησαν, ἔτι δὲ τὰς διαθέσεις καὶ περιστάσεις μετʼ ἀποδείξεως ἐξαγγέλλειν, τὰς δὲ τῶν τὰ ὅλα χειρισάντων ἀνδρῶν ἀγωγὰς καὶ ζήλους παρασιωπᾶν, καὶ ταῦτα τῆς χρείας μεγάλην ἐχούσης τὴν διαφοράν·
因为,历史学家长篇大论并确凿地报告城市是如何建立、在何时、如何以及由谁建立的,乃至它们的规划和处境,却对掌管全局的人物的教养和抱负默不作声,这是极不合理的,更何况这两者在实用价值上有着巨大的差别。
§10.21.4ὅσῳ γὰρ ἄν τις καὶ ζηλῶσαι καὶ μιμήσασθαι δυνηθείη μᾶλλον τοὺς ἐμψύχους ἄνδρας τῶν ἀψύχων κατασκευασμάτων, τοσούτῳ καὶ τὸν περὶ αὐτῶν λόγον διαφέρειν εἰκὸς πρὸς ἐπανόρθωσιν τῶν ἀκουόντων.
因为,人们比起无生命的建筑物,显然更能效仿和模仿有生命的活人;与此相应,关于活人的叙述,对于听众的道德改善而言,自然也具有大得多的价值。
§10.21.5εἰ μὲν οὖν μὴ κατʼ ἰδίαν ἐπεποιήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ᾗ διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρημένων φέρειν ἀπολογισμόν·
因此,如果我先前没有为他写过一部专门的著作——在其中我已阐明他是谁、出身于谁、以及他在年轻时接受了怎样的教育——那么就有必要对上述每一项内容进行详细的说明。
§10.21.6ἐπεὶ δὲ πρότερον ἐν τρισὶ βυβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, §10.21.7δῆλον ὡς ἐν τῇ νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέρᾳ τῶν συντάξεων τηρῶμεν.
但是,既然我以前在这部历史著作之外,曾用三卷书写过关于他的传记,阐明了他的童年教育和最辉煌的事迹,显然,在当下的叙述中,应当省去关于他年轻时的教育和青年时抱负的细节,而对于他在盛年时期、在先前的著作中仅做过扼要说明的功绩,则在此予以详尽的补充,以便我们保持两部著作各自应有的体裁特征。
ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος, §10.21.8ὑπάρχων ἐγκωμιαστικός, ἀπῄτει τὸν κεφαλαιώδη καὶ μετʼ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετʼ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλλογισμῶν.
因为,正如那部作品的体裁,既然属于颂词性质,就要求对事迹进行提纲挈领且带有推崇称赞的叙述;而历史的体裁,既然兼顾赞扬与批评,就追求真实、确凿、并伴随着对每个事件之因果推论的说明。

词汇与语法注释

  1. §10.21.2τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων — 句首的独立属格结构。主语是 `τοῦ καιροῦ`,`ἐφεστακότος` 是 `ἐφίστημι` 的现在完成时活性分词,以对格 `ἡμᾶς` 为宾语,意为“既然叙述中的适当时机已将我们带到了菲洛皮门事迹的起点”。
  2. §10.21.3καὶ ταῦτα τῆς χρείας μεγάλην ἐχούσης τὴν διαφοράν — 惯用语 `καὶ ταῦτα`(而且、尤其是)在此处与独立属格 `τῆς χρείας ... ἐχούσης` 连用。虽然 `καὶ ταῦτα` 通常伴随一致的分词,但这里通过独立属格引入了一个附加的让步或强调性环境,意为“更何况在实用性上有着巨大的差别”。
  3. §10.21.5εἰ μὲν οὖν μὴ κατʼ ἰδίαν ἐπεποιήμεθα... ἀναγκαῖον ἦν... — 表示与过去事实相反的虚拟条件句。条件从句的动词是 `ἐπεποιήμεθα`(直说过去完成时第一人称复数)。主句中的 `ἀναγκαῖον ἦν`(非人称形容词过去时)不带助词 `ἄν`,这符合古典希腊语中表示必要、义务或可能性的过去时表达在虚拟主句中省略 `ἄν` 的语法规则。
  4. §10.21.8οὕτως ὁ τῆς ἱστορίας — 此结构与前句的 `ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος` 形成对比。在 `ὁ τῆς ἱστορίας` 之后省略了名词 `τόπος`(体裁、写作领域)。此外,在后续动词 `ζητεῖ` 的宾语中,也省略了前句中出现过的名词 `ἀπολογισμόν`(叙述、说明),即 `τὸν ἀληθῆ καὶ τὸν μετʼ ἀποδείξεως... [ἀπολογισμόν]`。

引用这一段

波利比奥斯, 历史 §10.21.1-10.21.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.21.1-10.21.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。