§10.19.1μετὰ ταῦτα παρεδίδου τοῖς ταμίαις [τὰ χρήματα], ὅσα δημόσια κατελήφθη τῶν Καρχηδονίων.
その後、彼はカルタゴ人の公金として押収されたすべての資金を財務官たちに引き渡した。
§10.19.2ἦν δὲ ταῦτα πλείω τῶν ἑξακοσίων ταλάντων, ὥστε προστεθέντων τούτων οἷς παρῆν αὐτὸς ἐκ Ῥώμης ἔχων τετρακοσίοις, τὴν ὅλην παράθεσιν αὐτῷ γενέσθαι τῆς χορηγίας πλείω τῶν χιλίων.
これは六百タラントン以上であったため、彼自身がローマから携えてやって来た四百タラントンにこれが加わった結果、彼が軍資金として自由に使用できる全備蓄は千タラントンを超えることになった。
§10.19.3κατὰ δὲ τὸν καιρὸν τοῦτον νεανίσκοι τινὲς τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ κατὰ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν, καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον, ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην.
このころ、ローマ人のある若者たちが、若さの盛りにおいて、また美しさにおいて他の女性たちよりも際立って優れた一人の乙女を見つけ、プブリウスが女性好きであることを知っていたため、彼女を連れてきて彼の前に立たせ、この娘を彼に贈ると言った。
§10.19.4ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἥδιον ἂν ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δʼ ὑπάρχων οὐδʼ ὁποίαν ἧττον,
彼は驚嘆し、その美しさに深く感銘を受けたが、もし自分が一私人であるなら、この贈り物以上に喜んで受け取るものは何もないが、将軍であるからには、いかなる贈り物もこれほど受け取るべきではないと語った。
§10.19.5ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτʼ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐμπόδια τοῖς χρωμένοις.
私が思うに、彼はこの返答によって、人生の休息や時に怠惰な時間においては、そのようなことは若者たちに最も愉快な享受と娯楽を提供するが、行動を起こすべき時には、それらに溺れる人々にとって肉体的にも精神的にも最大の障害となるということを、暗に示していたのである。
§10.19.6τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτʼ ἂν προαιρῆται τῶν πολιτῶν.
そこで彼は、若者たちには感謝を述べたが、その乙女の父親を呼び寄せ、彼女を直接彼に引き渡して、市民のうちで父親が望む誰とでも結婚させるようにと命じた。
§10.19.7διʼ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις.
これによって、彼は自己管理と節制の姿勢を示し、被支配者たちの間に深い敬意を呼び起こした。
ταῦτα δὲ διοικησάμενος, §10.19.8καὶ τὰ λοιπὰ τῶν αἰχμαλώτων παραδοὺς τοῖς χιλιάρχοις, ἐξέπεμψε Γάιον τὸν Λαίλιον ἐπὶ πεντήρους εἰς τὴν Ῥώμην, τούς τε Καρχηδονίους συστήσας καὶ τῶν ἄλλων αἰχμαλώτων τοὺς ἐπιφανεστάτους, δηλώσοντα τοῖς ἐν τῇ πατρίδι τὰ γεγονότα.
これらのことを処理した上で、彼は残りの捕虜たちを千人隊長たちに引き渡し、ガイウス・ラエリウスにカルタゴ人たちや他の捕虜たちのうち最も名だたる者たちを同行させ、本国の人々に起こった出来事を報告させるために、五段櫂船でローマへと派遣した。
§10.19.9τὸ γὰρ πλεῖον αὐτῶν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν ἀπηλπικότων, σαφῶς ᾔδει διότι τούτων προσαγγελθέντων αὖθις ἀναθαρρήσαντες πολλαπλασίως συνεπιλήψονται τῶν πραγμάτων.
というのも、祖国の人々の大半がすでにイベリアの戦況を絶望視していたため、これらのことが報じられれば、再び勇気を取り戻して、何倍も熱心に戦争の遂行を後押しするようになることを、彼ははっきりと知っていたからである。