§10.20.1αὐτὸς δὲ χρόνον μέν τινʼ ἐν τῇ Καρχηδόνι τάς τε ναυτικὰς δυνάμεις ἐγύμναζε συνεχῶς καὶ τοῖς χιλιάρχοις ὑπέδειξε τοιοῦτόν τινα τρόπον τῆς τῶν πεζικῶν στρατοπέδων γυμνασίας.
他在迦太基停留了一段时间,不断训练海军,并向军事护民官指示了如下的步兵训练方法。
§10.20.2τὴν μὲν πρώτην ἡμέραν ἐκέλευσε τροχάζειν ἐπὶ τριάκοντα σταδίους ἐν τοῖς ὅπλοις, τὴν δὲ δευτέραν πάντας ἐκτρίβειν καὶ θεραπεύειν καὶ κατασκοπεῖν ἐν τῷ φανερῷ τὰς πανοπλίας, τῇ δʼ ἑξῆς ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, §10.20.3τῇ δὲ μετὰ ταύτην τοὺς μὲν μαχαιρομαχεῖν ξυλίναις ἐσκυτωμέναις μετʼ ἐπισφαιρῶν μαχαίραις, τοὺς δὲ τοῖς ἐσφαιρωμένοις γρόσφοις ἀκοντίζειν, τῇ δὲ πέμπτῃ πάλιν ἐπὶ τοὺς αὐτοὺς δρόμους καὶ τὴν ἀρχὴν ἐπανάγειν.
第一天,他命令士兵全副武装奔跑三十斯塔德;第二天,所有人擦拭、保养并公开检查其全套盔甲;第三天休息和闲暇;第四天,一部分人用包有皮革、顶端带球的木剑进行模拟剑术训练,另一部分人则用顶端带球的标枪练习投掷;第五天,再次回到同样的跑步训练,从头开始循环。
§10.20.4ἵνα δὲ μήτε τῶν πρὸς τὰς μελέτας ὅπλων μήτε τῶν πρὸς τὴν ἀλήθειαν μηδὲν ἐλλείπῃ, τὴν πλείστην ἐποιεῖτο σπουδὴν πρὸς τοὺς χειροτέχνας.
为了使训练用武器和实战用武器都不出现任何防缺,他对工匠们给予了最大的关注。
§10.20.5κατὰ μέρος μὲν οὖν ἄνδρας ἐπιμελεῖς ἐφεστάκει πρὸς ταύτην τὴν χρείαν, καθάπερ ἐπάνω προεῖπον· αὐτὸς δὲ καθʼ ἡμέραν ἐπεπορεύετο, καὶ διʼ αὑτοῦ τὰς χορηγίας ἑκάστοις παρεσκεύαζε.
正如我前面所说,他在各个部门都委派了认真负责的人来监督这项工作;但他自己每天都会巡视,亲自为每个人准备所需的材料。
§10.20.6λοιπὸν τῶν μὲν πεζικῶν στρατοπέδων κατὰ τοὺς πρὸ τῆς πόλεως τόπους χρωμένων ταῖς μελέταις καὶ ταῖς γυμνασίαις, τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις, τῶν δὲ κατὰ τὴν πόλιν ἀκονώντων τε καὶ χαλκευόντων καὶ τεκταινομένων, καὶ συλλήβδην ἁπάντων σπουδαζόντων περὶ τὰς τῶν ὅπλων κατασκευάς, §10.20.7οὐκ ἔσθʼ ὃς οὐκ ἂν εἶπε κατὰ τὸν Ξενοφῶντα τότε θεασάμενος ἐκείνην τὴν πόλιν ἐργαστήριον εἶναι πολέμου.
于是,随着步兵部队在城外的空地上进行演习和训练,海军在海上进行机动和划桨训练,城里的人们磨利兵器、锻造铁器、进行木工,总之所有人都在忙着制造武器,任何在当时目睹了那座城市的人,都一定会引用色诺芬的话说,那里是一个"战争的作坊"。
§10.20.8ἐπεὶ δʼ αὐτῷ πάντα καλῶς ἐδόκει καὶ δεόντως ἐξησκῆσθαι τὰ πρὸς τὰς χρείας, μετὰ ταῦτα ταῖς τε φυλακαῖς καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν, ἀνέζευξε καὶ τῇ πεζικῇ καὶ ναυτικῇ δυνάμει, καὶ προῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Ταρράκωνος, ἔχων μεθʼ αὑτοῦ καὶ τοὺς ὁμήρους.
当他认为所需的一切都已准备得尽善尽美且符合要求时,随后通过布置岗哨和修缮城墙巩固了城内的安全,然后率领陆海军出发,朝塔拉科方向前进,并随身带走了人质。