Humanitext Reader

波利比奥斯 · 历史 §10.19.1-10.19.9

公款的接收与西庇阿的自制及罗马报捷

第 665 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯·西庇阿将没收的迦太基公款移交财务官,展现自制美德将青年赠送的美女归还其父,并派遣莱利乌斯回罗马报捷。

§10.19.1μετὰ ταῦτα παρεδίδου τοῖς ταμίαις [τὰ χρήματα], ὅσα δημόσια κατελήφθη τῶν Καρχηδονίων.
此后,他将作为公产没收的迦太基人的全部资金移交给了财务官。
§10.19.2ἦν δὲ ταῦτα πλείω τῶν ἑξακοσίων ταλάντων, ὥστε προστεθέντων τούτων οἷς παρῆν αὐτὸς ἐκ Ῥώμης ἔχων τετρακοσίοις, τὴν ὅλην παράθεσιν αὐτῷ γενέσθαι τῆς χορηγίας πλείω τῶν χιλίων.
这些资金总计六百多塔兰同,因此,当这笔钱加上他自己从罗马带来的四百塔兰同时,他所拥有的全部军需备用资金就超过了一千塔兰同。
§10.19.3κατὰ δὲ τὸν καιρὸν τοῦτον νεανίσκοι τινὲς τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ κατὰ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν, καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον, ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην.
就在此时,几位罗马青年遇到了一位正值青春年华、容貌远胜其他妇女的少女,他们知道普布利乌斯喜爱女色,便把她带到他的面前,说要把这位姑娘赠送给他。
§10.19.4ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἥδιον ἂν ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δʼ ὑπάρχων οὐδʼ ὁποίαν ἧττον,
他惊叹于她的美貌,并深感震撼,说道,如果自己是一介平民,他不会比接受这份礼物更乐意接受任何东西,但既然身为将军,就没有任何礼物是他更不该接受的。
§10.19.5ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτʼ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐμπόδια τοῖς χρωμένοις.
在我看来,他通过这番回答暗示了这样一点:在人生的休息和偶尔的闲暇中,此类事物固然能给年轻人提供最愉快的享受和消遣,但在行动之时,它们却会给沉溺其中的人的身体和心灵带来最大的障碍。
§10.19.6τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτʼ ἂν προαιρῆται τῶν πολιτῶν.
于是,他对这些青年表示了感谢,随后召来少女的父亲,亲手将她交还给其父亲,并嘱咐父亲将她嫁给他自己相中的任何一位公民。
§10.19.7διʼ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις.
通过这些举动,他展现了自制与中庸的态度,赢得了被统治者的极大拥戴。
ταῦτα δὲ διοικησάμενος, §10.19.8καὶ τὰ λοιπὰ τῶν αἰχμαλώτων παραδοὺς τοῖς χιλιάρχοις, ἐξέπεμψε Γάιον τὸν Λαίλιον ἐπὶ πεντήρους εἰς τὴν Ῥώμην, τούς τε Καρχηδονίους συστήσας καὶ τῶν ἄλλων αἰχμαλώτων τοὺς ἐπιφανεστάτους, δηλώσοντα τοῖς ἐν τῇ πατρίδι τὰ γεγονότα.
在处理完这些事情之后,他将剩下的俘虏交给了军事护民官,并派盖乌斯·莱利乌斯乘坐一艘五级战船前往罗马,让他带上迦太基人以及其他俘虏中最显赫的人,向国内的同胞报告发生的事情。
§10.19.9τὸ γὰρ πλεῖον αὐτῶν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν ἀπηλπικότων, σαφῶς ᾔδει διότι τούτων προσαγγελθέντων αὖθις ἀναθαρρήσαντες πολλαπλασίως συνεπιλήψονται τῶν πραγμάτων.
因为他们中的大多数人已经对伊比利亚的局势感到绝望,他清楚地知道,一旦这些消息传达过去,他们就会重新振作起来,并以成倍的热情支持国事。

词汇与语法注释

  1. §10.19.2οἷς παρῆν αὐτὸς ἐκ Ῥώμης ἔχων τετρακοσίοις — 关系代词 οἷς 受其先行词 与格的 τετρακοσίοις 的影响,被同化为与格(即关系代词吸引 attractio relativi);在语法上,它本应作为分词 ἔχων 的宾语而采用宾格 ἃ。
  2. §10.19.4οὐδʼ ὁποίαν ἧττον — 该短语与前半句的 οὐδεμίαν 表达的“若作为平民,没有比这更乐意接受的”相对比,表达了强烈的拒绝:“作为将军,没有任何礼物是他更不该接受的(即绝不能接受此类礼物)”。
  3. §10.19.9τὸ γὰρ πλεῖον αὐτῶν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν ἀπηλπικότων — 这是一个属格独立结构(genitive absolute),其逻辑主语 τὸ πλεῖον αὐτῶν(他们中的大多数,指罗马国内的同胞)为属格,并与属格分词 ἀπηλπικότων 相关联,用以说明西庇阿如此确信的原因。

引用这一段

波利比奥斯, 历史 §10.19.1-10.19.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.19.1-10.19.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。