§10.16.1τοῦτον τὸν τρόπον ἐγένοντο κύριοι Ῥωμαῖοι·
このようにしてローマ人たちは都市の支配権を握った。
εἰς δὲ τὴν ἐπαύριον ἁθροισθείσης εἰς τὴν ἀγορὰν τῆς τε τῶν στρατευομένων παρὰ τοῖς Καρχηδονίοις ἀποσκευῆς καὶ τῆς τῶν πολιτικῶν καὶ τῶν ἐργαστικῶν κατασκευῆς, ταῦτα μὲν ἐμέριζον οἱ χιλίαρχοι τοῖς ἰδίοις στρατοπέδοις κατὰ τὸ παρʼ αὑτοῖς ἔθος.
翌日、カルタゴ側で従軍していた者たちの手荷物や、市民や職人たちの家財が広場に集められると、千人隊長たちはこれらを自らの軍団に、彼らの慣行に従って分配した。
§10.16.2ἔστι δὲ παρὰ Ῥωμαίοις τοιαύτη τις ἡ περὶ τὰς τῶν πόλεων καταλήψεις οἰκονομία.
ローマ人においては、都市の占領に関する次のような制度がある。
ποτὲ μὲν γὰρ ἑκάστης σημαίας πρὸς τὴν πρᾶξιν ἀπομερίζονταί τινες τῶν ἀνδρῶν κατὰ τὸ μέγεθος τῆς πόλεως, ποτὲ δὲ κατὰ σημαίας μερίζουσιν αὐτούς.
すなわち、ある時は、都市の大きさに応じて、各中隊から何人かの兵士がその任務のために分遣され、またある時は、彼らを中隊ごとに分けるのである。
§10.16.3οὐδέποτε δὲ πλείους ἀποτάττονται πρὸς τοῦτο τῶν ἡμίσεων·
しかし、このために半数を超える者が配備されることは決してない。
οἱ δὲ λοιποὶ μένοντες κατὰ τὰς τάξεις ἐφεδρεύουσι, ποτὲ μὲν ἐκτὸς τῆς πόλεως, ποτὲ δὲ πάλιν ἐντός, ἀεὶ πρὸς τὸ δεικνύειν.
残りの者たちは、それぞれの陣形に留まって控えており、ある時は都市の外で、またある時はその内部で、常に即応できるようにしている。
§10.16.4τῆς δὲ δυνάμεως διῃρημένης αὐτοῖς κατὰ μὲν τὸ πλεῖον εἰς δύο στρατόπεδα Ῥωμαϊκὰ καὶ δύο τῶν συμμάχων, τοτὲ δὲ καὶ σπανίως ἁθροιζομένων ὁμοῦ τῶν τεττάρων, πάντες οἱ πρὸς τὴν ἁρπαγὴν ἀπομερισθέντες ἀναφέρουσι τὰς ὠφελείας ἕκαστοι τοῖς ἑαυτῶν στρατοπέδοις,
彼らの軍勢は、通常は二つのローマ軍団と二つの同盟軍軍団に分割されており、稀に四つすべてが一緒に集まることもあるが、略奪のために分遣された者たちは全員、それぞれが得た戦利品を自分たちの軍団に持ち帰る。
§10.16.5κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τʼ ἀρρωστοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις.
そして、これらが売却された後、千人隊長たちはすべての人に平等に分配する。 控えに留まっていた者たちだけでなく、幕舎を守っていた者たち、病気中の者たち、そして何らかの任務に派遣されていた者たちにもである。
§10.16.6περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι μηδὲν τῶν ἐκ τῆς διαρπαγῆς, ἀλλὰ τηρεῖν τὴν πίστιν κατὰ τὸν ὅρκον, ὃν ὀμνύουσι πάντες, ὅταν ἁθροισθῶσι πρῶτον εἰς τὴν παρεμβολήν, ἐξιέναι μέλλοντες εἰς τὴν πολεμίαν, §10.16.7ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας.
略奪品から誰も何も私物化せず、敵国へ出陣するために最初に陣営に集まった時に全員が立てる誓いに従って忠実を守ることについては、この事柄については、すでに国制に関する箇所において、より詳細に述べた通りである。
§10.16.8λοιπὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπαγάς, οἱ δʼ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφεδρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ ὅλα διὰ πλεονεξίαν.
したがって、半数が略奪に向かい、残りの半数が陣形を維持して彼らの控えとして控えているとき、ローマ人にとっては、強欲さのために全体が危険に晒されることは決してない。
§10.16.9τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλʼ ἐπʼ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις·
なぜなら、戦利品に関する期待がお互いに裏切られることなく、控えに留まる者たちにも略奪を行う者たちにも平等に維持されているため、誰も自分の陣形を離れないからである。
ὃ μά
これは実に……