§10.15.1οἱ δὲ Ῥωμαῖοι κρατήσαντες τοῦ τείχους τὸ μὲν πρῶτον ἐπεπορεύοντο κατὰ τὴν ἐφοδείαν ἀποσύροντες τοὺς πολεμίους, μεγάλα συμβαλλομένης αὐτοῖς τῆς ὁπλίσεως πρὸς τοῦτο τὸ γένος τῆς χρείας·
ローマ人たちは城壁を制圧すると、最初は巡回路に沿って進み、敵を掃討した。 この種の戦闘には、彼らの武装が大いに役立った。
§10.15.2ἐπεὶ δʼ ἀφίκοντο πρὸς τὴν πύλην, οἱ μὲν καταβάντες διέκοπτον τοὺς μοχλούς, οἱ δʼ ἔξωθεν εἰσέπιπτον, οἱ δὲ διὰ τῶν κλιμάκων βιαζόμενοι κατὰ τὸν ἰσθμόν, ἤδη κρατοῦντες τῶν ἀμυνομένων, ἐπέβαινον ἐπὶ τὰς ἐπάλξεις.
彼らが門に到達すると、ある者たちは城壁から降りてかんぬきを切り刻み、別の者たちは外からなだれ込んだ。 また、地峡の側で梯子から力攻めしていた者たちは、すでに防衛する敵を圧倒して胸壁に登った。
§10.15.3καὶ τέλος τὰ μὲν τείχη τούτῳ τῷ τρόπῳ κατείληπτο, τὸν δὲ λόφον οἱ διὰ τῆς πύλης εἰσπορευόμενοι κατελάμβανον τὸν πρὸς τὰς ἀνατολάς, τρεψάμενοι τοὺς φυλάττοντας.
そして最後には、城壁はこのようにして占領され、門から侵入した者たちは、守備兵を敗走させて東側の丘を占領した。
§10.15.4ὁ δὲ Πόπλιος ἐπεὶ τοὺς εἰσεληλυθότας ἀξιόχρεως ὑπελάμβανεν εἶναι, τοὺς μὲν πλείστους ἐφῆκε κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἐπὶ τοὺς ἐν τῇ πόλει, παραγγείλας κτείνειν τὸν παρατυχόντα καὶ μηδενὸς φείδεσθαι, μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα.
プブリウスは、侵入した兵士たちが十分な数に達したと判断すると、ローマ人の習慣に従って、市内の人々に対して、出会う者をだれかれ構わず殺戮し、だれ一人容赦しないこと、また合図が送られるまでは略奪に走らないことを命じて、彼らの大半を送り出した。
ποιεῖν δέ μοι δοκοῦσι τοῦτο καταπλήξεως χάριν·
彼らがこれを行うのは恐怖を植え付けるためだと、私には思われる。
§10.15.5διὸ καὶ πολλάκις ἰδεῖν ἔστιν ἐν ταῖς τῶν Ῥωμαίων καταλήψεσι τῶν πόλεων οὐ μόνον τοὺς ἀνθρώπους πεφονευμένους, ἀλλὰ καὶ τοὺς κύνας δεδιχοτομημένους καὶ τῶν ἄλλων ζῴων μέλη παρακεκομμένα.
それゆえ、ローマ人による都市の占領においては、人間が殺戮されているだけでなく、犬たちが真っ二つに切り裂かれ、他の動物たちの手足が切り刻まれているのを、しばしば目にすることができる。
§10.15.6τότε δὲ καὶ τελέως πολὺ τὸ τοιοῦτον ἦν διὰ τὸ πλῆθος τῶν κατειλημμένων.
その時もまた、捕らえられた者たちの多さのために、こうした光景は完全に凄まじいものであった。
§10.15.7αὐτὸς δὲ περὶ χιλίους ἔχων ὥρμησε πρὸς τὴν ἄκραν.
彼自身は約千人の兵を率いて砦へと向かった。
ἐγγίσαντος δʼ αὐτοῦ τὸ μὲν πρῶτον ἐπεβάλλετο Μάγων ἀμύνεσθαι, μετὰ δὲ ταῦτα συννοήσας βεβαίως ἤδη κατειλημμένην τὴν πόλιν διεπέμψατο περὶ τῆς ἀσφαλείας τῆς αὑτοῦ, καὶ παρέδωκε τὴν ἄκραν.
彼が近づくと、最初はマゴが防戦しようと試みたが、その後、都市がすでに確実に占領されたことを知ると、自身の安全について交渉し、砦を引き渡した。
§10.15.8οὗ γενομένου, καὶ τοῦ συνθήματος ἀποδοθέντος, τοῦ μὲν φονεύειν ἀπέστησαν, ὥρμησαν δὲ πρὸς τὰς ἁρπαγάς.
これが起こり、合図が送られると、彼らは殺戮をやめて、略奪へと向かった。
§10.15.9ἐπιγενομένης δὲ τῆς νυκτὸς οἱ μὲν ἐπὶ τῆς παρεμβολῆς ἔμενον, οἷς ἦν οὕτω διατεταγμένον·
夜が訪れると、そう命じられていた者たちは陣営に留まり、将軍は千人の兵とともに砦で夜を明かした。
μετὰ δὲ τῶν χιλίων ὁ στρατηγὸς ἐπὶ τῆς ἄκρας ηὐλίσθη, τοὺς δὲ λοιποὺς διὰ τῶν χιλιάρχων ἐκ τῶν οἰκιῶν ἐκκαλεσάμενος ἐπέταξε συναθροίσαντας εἰς τὴν ἀγορὰν τὰ διηρπασμένα κατὰ σημαίας ἐπὶ τούτων κοιτάζεσθαι.
残りの者たちについては、千人隊長を通じて家々から呼び出して略奪品を広場に集め、中隊ごとにそのそばで眠るように命じた。
§10.15.10τοὺς δὲ γροσφομάχους ἐκ τῆς παρεμβολῆς καλέσας ἐπὶ τὸν λόφον ἐπέστησε τὸν ἀπὸ τῶν ἀνατολῶν.
また陣営から軽装歩兵たちを呼び寄せて、東側の丘に配置した。
§10.15.11καὶ τῆς μὲν κατὰ τὴν Ἰβηρίαν Καρχηδόνος
こうして、イベリアのカルタゴは