§10.12.1τῇ δʼ ἐπαύριον κατὰ μὲν τοὺς ἐκ τῆς θαλάττης τόπους περιστήσας ναῦς παντοδαποῖς βέλεσιν ἐξηρτυμένας καὶ δοὺς τὴν ἐπιτροπὴν Γαΐῳ, κατὰ δὲ γῆν τοὺς εὐρωστοτάτους τῶν ἀνδρῶν εἰς δισχιλίους ὁμόσε τοῖς κλιμακοφόροις ἐπιστήσας, ἐνήρχετο τῆς πολιορκίας κατὰ τρίτην ὥραν.
翌日、海側の地域に対しては、あらゆる種類の飛び道具を備えた船を配備してガイウスに指揮を委ね、陸路に対しては、最も屈強な者たち約二千人を梯子を持つ者たちと合流させて配備し、プブリウスは第三時頃に包囲戦を開始した。
§10.12.2ὁ δὲ Μάγων ὁ τεταγμένος ἐπὶ τῆς πόλεως τὸ μὲν τῶν χιλίων σύνταγμα διελὼν τοὺς μὲν ἡμίσεις ἐπὶ τῆς ἄκρας ἀπέλιπε, τοὺς δʼ ἄλλους ἐπὶ τοῦ πρὸς ἀνατολὰς λόφου παρενέβαλε·
都市の守備を任されていたマゴは、千人の部隊を二つに分け、その半分を城塞に留め置き、残りの者を東に面した丘に配備した。
§10.12.3τῶν δὲ λοιπῶν τοὺς εὐρωστοτάτους περὶ δισχιλίους κατεσκευακὼς τοῖς ὑπάρχουσι κατὰ τὴν πόλιν ὅπλοις ἐπέστησε κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν ἰσθμὸν καὶ τὴν τῶν πολεμίων στρατοπεδείαν· τοῖς δὲ λοιποῖς παρήγγειλε βοηθεῖν κατὰ δύναμιν πρὸς πάντα τὰ μέρη τοῦ τείχους.
そして残りの者のうち最も屈強な約二千人を、都市にある既存の武器で武装させて、地峡と敵の陣営に通じる門に配備し、その他の者たちには、壁のすべての部分にできる限り救援に赴くよう命じた。
§10.12.4ἅμα δὲ τῷ τὸν Πόπλιον ταῖς σάλπιγξι διασημῆναι [καὶ] τὸν καιρὸν τῆς προσβολῆς, ἐξαφίησι τοὺς καθωπλισμένους ὁ Μάγων διὰ τῆς πύλης, πεπεισμένος ὅτι καταπλήξεται τοὺς ὑπεναντίους καὶ τὸ παράπαν ἀφελεῖται τὴν ἐπιβολὴν αὐτῶν.
プブリウスがラッパで攻撃の開始の合図を送るやいなや、マゴは武装した者たちを門から出撃させた。 これは敵を圧倒し、彼らの攻撃の企てを完全に挫くことができると確信してのことであった。
§10.12.5προσπεσόντων δὲ τούτων ἐρρωμένως τοῖς ἐκ τοῦ στρατοπέδου κατὰ τὸν ἰσθμὸν παρατεταγμένοις ἐγίνετο μάχη λαμπρὰ καὶ παρακελευσμὸς ἐξ ἀμφοῖν ἐναγώνιος, τῶν μὲν ἐκ τοῦ στρατοπέδου, τῶν δʼ ἐκ τῆς πόλεως τοῖς ἰδίοις ἑκατέρων ἐπιβοώντων.
彼らが地峡に整列している陣営からの軍勢に激しく衝突すると、激しい戦闘が起こり、両陣営から熱狂的な鼓舞の声が上がり、陣営の側も都市の側も、それぞれ自分の味方を大声で励ました。
§10.12.6τῆς δὲ διὰ τῶν βοηθούντων ἐπικουρίας οὐχ ὁμοίας ὑπαρχούσης διὰ τὸ τοῖς μὲν Καρχηδονίοις διὰ μιᾶς πύλης καὶ σχεδὸν ἀπὸ δυεῖν σταδίοιν γίνεσθαι τὴν παρουσίαν, τοῖς δὲ Ῥωμαίοις ἐκ χειρὸς καὶ κατὰ πολὺν τόπον, ἄνισος ἦν ἡ μάχη παρὰ ταύτην τὴν αἰτίαν.
しかし、救援に赴く者たちによる支援は対等ではなかった。 カルタゴ側にとっては唯一の門を通じて、しかもほぼ二スタディオン離れた場所からの合流であったのに対し、ローマ側にとっては至近距離から、しかも広範囲にわたって行われたため、この理由によって戦闘は不均衡なものとなった。
§10.12.7ὁ γὰρ Πόπλιος ἑκὼν ἐπέστησε τοὺς αὑτοῦ παρʼ αὐτὴν τὴν στρατοπεδείαν χάριν τοῦ προκαλέσασθαι τοὺς πολεμίους πορρωτάτω, σαφῶς γινώσκων, ἐὰν διαφθείρῃ τούτους, ὄντας οἷον εἰ στόμα τοῦ κατὰ τὴν πόλιν πλήθους, ὅτι διατραπήσεται τὰ ὅλα καὶ τὴν πύλην οὐκέτι τῶν ἔνδον οὐδεὶς ἐξιέναι θαρρήσει.
というのも、プブリウスは意図的に味方の兵を自身の陣営のすぐ近くに配備していたからである。 それは敵をできるだけ遠くまで誘い出すためであり、もし都市の群衆のいわば先鋒であるこの兵たちを破れば、大勢が決し、内部の者は誰もはや門から外へ出る勇気を持たなくなるだろうと、はっきりと見抜いていたからである。
§10.12.8οὐ μὴν ἀλλʼ ἕως μέν τινος ἐφάμιλλον συνέβαινε γίνεσθαι τὴν μάχην, ὡς ἐξ ἀμφοῖν κατʼ ἐκλογὴν τῶν ἀρίστων ἀνδρῶν προκεκριμένων·
とはいえ、しばらくの間は戦闘は互角に進んだ。 それは、両軍からえり抜きの最精鋭が選び出されて対峙しているかのようであった。
τέλος δʼ ἐξωθούμενοι τῷ βάρει διὰ τοὺς ἐκ τῆς παρεμβολῆς προσγινομένους ἐτράπησαν οἱ παρὰ τῶν Καρχηδονίων,
しかし最後には、陣営から増援が加わったことによる圧力に押し出され、カルタゴ側の兵たちは退却した。
§10.12.9καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ τῆς μάχης καιρῷ διεφθάρησαν καὶ κατὰ τὴν ἀποχώρησιν, οἱ δὲ πλείους ἐν τῷ παραπίπτειν εἰς τὴν πύλην ὑφʼ αὑτῶν ἠλοήθησαν.
そして彼らの多くは戦闘中および退却の際に命を落とし、大半は門へと殺到する中で仲間同士で踏みつけ合って圧死した。
§10.12.10οὗ συμβαίνοντος ὁ κατὰ τὴν πόλιν ὄχλος οὕτως ἐπτοήθη πᾶς ὥστε καὶ τοὺς ἀπὸ τῶν τειχῶν φεύγειν.
これが起こると、都市の中の群衆は皆激しく動揺し、壁にいた者たちまでもが逃亡した。
§10.12.11παρʼ ὀλίγον μὲν οὖν ἦλθον οἱ Ῥωμαῖοι τοῦ συνεισπεσεῖν τότε μετὰ τῶν φευγόντων·
そのため、ローマ軍はあわや逃げる者たちと共に都市へなだれ込むところであった。
οὐ μὴν ἀλλὰ τάς γε κλίμακας τῷ τείχει μετʼ ἀσφαλείας προσήρεισαν.
とはいえ、彼らはともかく梯子を壁に安全に立てかけることができた。