§10.11.1τοιαύτης δʼ ὑπαρχούσης τῆς διαθέσεως τῶν τόπων, ἀσφαλίζεσθαι συνέβαινε τοῖς Ῥωμαίοις τὴν στρατοπεδείαν κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἀκατασκεύως ὑπό τε τῆς λίμνης καὶ τῆς ἐπὶ θάτερα θαλάττης.
地勢がこのようであったので、ローマ軍にとっては、湖と他方の海によって、内側の面において[防御のための]構築物を造らずとも、陣営が安全に守られることになった。
§10.11.2τὸ δὲ μεταξὺ τούτων διάστημα τὸ συνάπτον τὴν πόλιν πρὸς τὴν ἤπειρον ἀχαράκωτον εἴασε, κατὰ μέσην ὑπάρχον τὴν αὑτοῦ στρατοπεδείαν,
しかし[プブリウスは]、これら(湖と海)の間にある、都市を本土へと結ぶ空間を、柵を施さないままにしておいた。 それは彼の陣営のほぼ中央に位置していた。
§10.11.3εἴτε καὶ καταπλήξεως χάριν εἴτε καὶ πρὸς τὴν ἐπιβολὴν ἁρμοζόμενος, ὅπως ἀνεμποδίστους ἔχῃ καὶ τὰς ἐξαγωγὰς καὶ τὰς ἀναχωρήσεις εἰς τὴν παρεμβολήν.
これは[敵に]畏怖を与えるためか、あるいは[攻撃の]企てに適応させるためであり、陣営への出撃も撤退も妨げられないようにするためであった。
§10.11.4ὁ δὲ περίβολος τῆς πόλεως οὐ πλεῖον εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερον — καίτοι γʼ οὐκ ἀγνοῶ διότι πολλοῖς εἴρηται τετταράκοντα·
都市の外周は以前は二十スタディオンを超えなかった。 ——もっとも、多くの者が四十[スタディオン]であると言っているのを私は承知していないわけではない。
τὸ δʼ ἐστὶ ψεῦδος.
しかしそれは誤りである。
οὐ γὰρ ἐξ ἀκοῆς ἡμεῖς, ἀλλʼ αὐτόπται γεγονότες μετʼ ἐπιστάσεως ἀποφαινόμεθα — νῦν δὲ καὶ μᾶλλον ἔτι συνῄρηται.
なぜなら、私は人づてに聞いたのではなく、注意深く実地検分した目撃者として言明しているからである。 ——そして現在ではさらに縮小している。
πλὴν ὅ γε Πόπλιος, §10.11.5συνάψαντος καὶ τοῦ στόλου πρὸς τὸν δέοντα καιρόν, ἐπεβάλετο συναθροίσας τὰ πλήθη παρακαλεῖν, οὐχ ἑτέροις τισὶ χρώμενος ἀπολογισμοῖς, ἀλλʼ οἷς ἐτύγχανε πεπεικὼς αὑτόν, ὑπὲρ ὧν ἡμεῖς τὸν κατὰ μέρος ἄρτι πεποιήμεθα λόγον.
ともかくプブリウスは、艦隊も適切な時期に合流したので、軍勢を集めて激励することに着手したが、他ならぬ、彼自身が確信を抱いており、そして我々が先ほど詳細に語ったのと同じ論拠を用いて語った。
ἀποδείξας δὲ δυνατὴν οὖσαν τὴν ἐπιβολήν, §10.11.6καὶ συγκεφαλαιωσάμενος τὴν ἐκ τοῦ κατορθώματος ἐλάττωσιν τῶν ὑπεναντίων, αὔξησιν δὲ τῶν σφετέρων πραγμάτων, λοιπὸν χρυσοῦς στεφάνους ἐπηγγείλατο τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβᾶσι καὶ τὰς εἰθισμένας δωρεὰς τοῖς ἐπιφανῶς ἀνδραγαθήσασι·
そして、攻撃が実行可能であることを示し、成功によって敵の勢力が減退し、自分たちの勢力が増大することを要約して見せ、最後に、最初に壁に登った者たちには金の冠を、目覚ましい武勲を立てた者たちには慣例の恩賞を授けることを約束した。
§10.11.7τὸ δὲ τελευταῖον ἐξ ἀρχῆς ἔφη τὴν ἐπιβολὴν αὐτῷ ταύτην ὑποδεδειχέναι τὸν Ποσειδῶνα παραστάντα κατὰ τὸν ὕπνον, καὶ φάναι συνεργήσειν ἐπιφανῶς κατʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν οὕτως ὥστε παντὶ τῷ στρατοπέδῳ τὴν ἐξ αὐτοῦ χρείαν ἐναργῆ γενέσθαι.
そして最後に、ポセイドンが夢の中で彼の傍らに立ち、最初から彼にこの企てを示唆していたのだと語り、かつ、実行のまさにその瞬間に目覚ましい形で助力し、その援助が全軍にとって明白になるだろうと言っていた、と告げた。
§10.11.8τῶν δὲ κατὰ τὴν παράκλησιν λόγων ἅμα μὲν ἀπολογισμοῖς ἀκριβέσι μεμιγμένων, ἅμα δʼ ἐπαγγελίαις χρυσῶν στεφάνων, ἐπὶ δὲ πᾶσι τούτοις θεοῦ προνοίᾳ, τελέως μεγάλην ὁρμὴν καὶ προθυμίαν παρίστασθαι συνέβαινε τοῖς νεανίσκοις.
激励の言葉が、一方では緻密な論拠と混ざり合い、他方では金の冠の約束、そしてこれらすべての上に神の配慮と結びついていたため、若者たちには極めて大きな情熱と熱意が沸き起こることとなった。