Humanitext Reader

波利比奥斯 · 历史 §10.12.1-10.12.11

进攻新迦太基与击退马戈的突击

第 658 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯从海陆两路发起对新迦太基的围攻,城内的马戈则派兵出击迎战。起初双方势均力敌,但罗马军凭借源源不断的增援迫使迦太基军溃败,罗马人乘势将云梯安全架设于城墙之上。

§10.12.1τῇ δʼ ἐπαύριον κατὰ μὲν τοὺς ἐκ τῆς θαλάττης τόπους περιστήσας ναῦς παντοδαποῖς βέλεσιν ἐξηρτυμένας καὶ δοὺς τὴν ἐπιτροπὴν Γαΐῳ, κατὰ δὲ γῆν τοὺς εὐρωστοτάτους τῶν ἀνδρῶν εἰς δισχιλίους ὁμόσε τοῖς κλιμακοφόροις ἐπιστήσας, ἐνήρχετο τῆς πολιορκίας κατὰ τρίτην ὥραν.
次日,他在海侧配备了装备着各类投掷武器的船只,并将指挥权交予盖乌斯;在陆侧,他将大约二千名最强壮的士兵与携梯者一同配备,于第三时左右开始了包围战。
§10.12.2ὁ δὲ Μάγων ὁ τεταγμένος ἐπὶ τῆς πόλεως τὸ μὲν τῶν χιλίων σύνταγμα διελὼν τοὺς μὲν ἡμίσεις ἐπὶ τῆς ἄκρας ἀπέλιπε, τοὺς δʼ ἄλλους ἐπὶ τοῦ πρὸς ἀνατολὰς λόφου παρενέβαλε·
负责防守该城的马戈将那一千人的部队一分为二,留下一半驻守城塞,其余的人则部署在朝东的山丘上。
§10.12.3τῶν δὲ λοιπῶν τοὺς εὐρωστοτάτους περὶ δισχιλίους κατεσκευακὼς τοῖς ὑπάρχουσι κατὰ τὴν πόλιν ὅπλοις ἐπέστησε κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν ἰσθμὸν καὶ τὴν τῶν πολεμίων στρατοπεδείαν· τοῖς δὲ λοιποῖς παρήγγειλε βοηθεῖν κατὰ δύναμιν πρὸς πάντα τὰ μέρη τοῦ τείχους.
至于其余的人,他挑选了大约二千名最强壮者,用城中现有的武器武装起来,部署在通往地峡及敌军营地的城门处;对其余的人,他则下令根据各自的能力在城墙的各个部分协助防御。
§10.12.4ἅμα δὲ τῷ τὸν Πόπλιον ταῖς σάλπιγξι διασημῆναι [καὶ] τὸν καιρὸν τῆς προσβολῆς, ἐξαφίησι τοὺς καθωπλισμένους ὁ Μάγων διὰ τῆς πύλης, πεπεισμένος ὅτι καταπλήξεται τοὺς ὑπεναντίους καὶ τὸ παράπαν ἀφελεῖται τὴν ἐπιβολὴν αὐτῶν.
就在普布利乌斯用军号发出开始进攻信号的同时,马戈便驱使武装士兵从城门出击,他确信这能震慑对手,并彻底粉碎其进攻企图。
§10.12.5προσπεσόντων δὲ τούτων ἐρρωμένως τοῖς ἐκ τοῦ στρατοπέδου κατὰ τὸν ἰσθμὸν παρατεταγμένοις ἐγίνετο μάχη λαμπρὰ καὶ παρακελευσμὸς ἐξ ἀμφοῖν ἐναγώνιος, τῶν μὲν ἐκ τοῦ στρατοπέδου, τῶν δʼ ἐκ τῆς πόλεως τοῖς ἰδίοις ἑκατέρων ἐπιβοώντων.
当这些人猛烈地冲向地峡上列阵的罗马营地守军时,展开了一场惨烈的战斗,双方都发出了紧张的鼓舞声,营地一方与城市一方都在大声为各自的士兵呐喊助威。
§10.12.6τῆς δὲ διὰ τῶν βοηθούντων ἐπικουρίας οὐχ ὁμοίας ὑπαρχούσης διὰ τὸ τοῖς μὲν Καρχηδονίοις διὰ μιᾶς πύλης καὶ σχεδὸν ἀπὸ δυεῖν σταδίοιν γίνεσθαι τὴν παρουσίαν, τοῖς δὲ Ῥωμαίοις ἐκ χειρὸς καὶ κατὰ πολὺν τόπον, ἄνισος ἦν ἡ μάχη παρὰ ταύτην τὴν αἰτίαν.
然而,由于增援力量并不对等——因为对迦太基人而言,增援必须通过单一城门、且从将近两斯塔德之外的地方赶来;而对罗马人而言,增援则近在咫尺,且可从广阔的区域调配——由于这一原因,战斗变得并不均衡。
§10.12.7ὁ γὰρ Πόπλιος ἑκὼν ἐπέστησε τοὺς αὑτοῦ παρʼ αὐτὴν τὴν στρατοπεδείαν χάριν τοῦ προκαλέσασθαι τοὺς πολεμίους πορρωτάτω, σαφῶς γινώσκων, ἐὰν διαφθείρῃ τούτους, ὄντας οἷον εἰ στόμα τοῦ κατὰ τὴν πόλιν πλήθους, ὅτι διατραπήσεται τὰ ὅλα καὶ τὴν πύλην οὐκέτι τῶν ἔνδον οὐδεὶς ἐξιέναι θαρρήσει.
因为普布利乌斯故意将自己的士兵部署在靠近军营本身的位置,以便将敌人引诱至最远的地方,他清楚地知道,如果消灭了这些人(他们可以说是城中大众的先锋),整个防御就会崩溃,城内将再也没有人敢从城门出战。
§10.12.8οὐ μὴν ἀλλʼ ἕως μέν τινος ἐφάμιλλον συνέβαινε γίνεσθαι τὴν μάχην, ὡς ἐξ ἀμφοῖν κατʼ ἐκλογὴν τῶν ἀρίστων ἀνδρῶν προκεκριμένων· τέλος δʼ ἐξωθούμενοι τῷ βάρει διὰ τοὺς ἐκ τῆς παρεμβολῆς προσγινομένους ἐτράπησαν οἱ παρὰ τῶν Καρχηδονίων,
尽管如此,在一段时间内战斗仍呈现均势,仿佛是双方特意挑选出的最优秀士兵在进行决斗;但最终,在从军营中源源不断赶来的后续部队的重压之下,迦太基一方被击退并溃败。
§10.12.9καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ τῆς μάχης καιρῷ διεφθάρησαν καὶ κατὰ τὴν ἀποχώρησιν, οἱ δὲ πλείους ἐν τῷ παραπίπτειν εἰς τὴν πύλην ὑφʼ αὑτῶν ἠλοήθησαν.
他们中的许多人在战斗和撤退中阵亡,而大多数人在混乱地涌入城门时被同伴踩踏致死。
§10.12.10οὗ συμβαίνοντος ὁ κατὰ τὴν πόλιν ὄχλος οὕτως ἐπτοήθη πᾶς ὥστε καὶ τοὺς ἀπὸ τῶν τειχῶν φεύγειν.
伴随着这一幕的发生,城内的所有人极度恐慌,以至于连城墙上的守军也纷纷逃跑。
§10.12.11παρʼ ὀλίγον μὲν οὖν ἦλθον οἱ Ῥωμαῖοι τοῦ συνεισπεσεῖν τότε μετὰ τῶν φευγόντων· οὐ μὴν ἀλλὰ τάς γε κλίμακας τῷ τείχει μετʼ ἀσφαλείας προσήρεισαν.
因此,罗马人当时差点就与逃兵一同冲入城中;不过,他们至少得以安全地将云梯架在了城墙上。

词汇与语法注释

  1. 10.12.1ὁμόσε τοῖς κλιμακοφόροις — 副词 `ὁμόσε`(意为“到同一地方”、“接近”)在此处与与格 `τοῖς κλιμακοφόροις` 连用,起到了类似于介词的作用。意思是“将他们与携梯者部署在同一处(紧密配合)”,旨在直接支援和保护携梯者。
  2. 10.12.6ἐκ χειρός — 字面意思是“从手”,但在此处与迦太基人的“从将近两斯塔德之外的地方”(`σχεδὸν ἀπὸ δυεῖν σταδίοιν`)形成对比,意为“近在咫尺”或“在手边”。这表明罗马人的增援力量就在战场近旁,能够立即投入战斗。
  3. 10.12.7ὄντας οἷον εἰ στόμα — 分词 `ὄντας`(宾格阳性复数)修饰前文的代词 `τούτους`(“这些人”)。在 `οἷον εἰ`(“仿佛”)引导下的 `στόμα`(字面意思是“口”、“刃口”)是比喻用法,表示出击的守军是城内所有守军的“先锋”或“尖刀力量”。
  4. 10.12.11παρʼ ὀλίγον ... ἦλθον τοῦ συνεισπεσεῖν — 这是一个惯用表达,动词短语 `παρʼ ὀλίγον ἔρχομαι`(或 `παρʼ ὀλίγον γίνομαι`)后接不定式的属格形式(`τοῦ συνεισπεσεῖν`),表示“差一点就……”、“几乎要发生某事”。

引用这一段

波利比奥斯, 历史 §10.12.1-10.12.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.12.1-10.12.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。