§10.11.1τοιαύτης δʼ ὑπαρχούσης τῆς διαθέσεως τῶν τόπων, ἀσφαλίζεσθαι συνέβαινε τοῖς Ῥωμαίοις τὴν στρατοπεδείαν κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἀκατασκεύως ὑπό τε τῆς λίμνης καὶ τῆς ἐπὶ θάτερα θαλάττης.
由于地势如此,罗马人无需建造防御工事,其军营的内侧便因湖泊和另一侧的海而确保了安全。
§10.11.2τὸ δὲ μεταξὺ τούτων διάστημα τὸ συνάπτον τὴν πόλιν πρὸς τὴν ἤπειρον ἀχαράκωτον εἴασε, κατὰ μέσην ὑπάρχον τὴν αὑτοῦ στρατοπεδείαν, §10.11.3εἴτε καὶ καταπλήξεως χάριν εἴτε καὶ πρὸς τὴν ἐπιβολὴν ἁρμοζόμενος, ὅπως ἀνεμποδίστους ἔχῃ καὶ τὰς ἐξαγωγὰς καὶ τὰς ἀναχωρήσεις εἰς τὴν παρεμβολήν.
然而,他将这两者之间连接城市与本土的通道留作未设栅栏的状态,因为这正好位于他军营的中央,这或许是为了震慑敌人,或许是为了适应其进攻企图,以便使进出军营的突击和撤退都能不受阻碍。
§10.11.4ὁ δὲ περίβολος τῆς πόλεως οὐ πλεῖον εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερον — καίτοι γʼ οὐκ ἀγνοῶ διότι πολλοῖς εἴρηται τετταράκοντα· τὸ δʼ ἐστὶ ψεῦδος. οὐ γὰρ ἐξ ἀκοῆς ἡμεῖς, ἀλλʼ αὐτόπται γεγονότες μετʼ ἐπιστάσεως ἀποφαινόμεθα — νῦν δὲ καὶ μᾶλλον ἔτι συνῄρηται. πλὴν ὅ γε Πόπλιος,
该城的周长以前不超过二十斯塔德——尽管我并非不知道有许多人说是四十斯塔德,但那是错误的;因为我发表这一见解并非凭道听途说,而是作为进行过仔细考证的目击者——现在它甚至缩得更小了。
§10.11.5συνάψαντος καὶ τοῦ στόλου πρὸς τὸν δέοντα καιρόν, ἐπεβάλετο συναθροίσας τὰ πλήθη παρακαλεῖν, οὐχ ἑτέροις τισὶ χρώμενος ἀπολογισμοῖς, ἀλλʼ οἷς ἐτύγχανε πεπεικὼς αὑτόν, ὑπὲρ ὧν ἡμεῖς τὸν κατὰ μέρος ἄρτι πεποιήμεθα λόγον.
无论如何,普布利乌斯当舰队也于适当时刻会师后,便着手召集部众并进行动员,他所使用的论据并非其他,而正是他自己确信、且我们刚才已详细叙述过的那些。
ἀποδείξας δὲ δυνατὴν οὖσαν τὴν ἐπιβολήν, §10.11.6καὶ συγκεφαλαιωσάμενος τὴν ἐκ τοῦ κατορθώματος ἐλάττωσιν τῶν ὑπεναντίων, αὔξησιν δὲ τῶν σφετέρων πραγμάτων, λοιπὸν χρυσοῦς στεφάνους ἐπηγγείλατο τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβᾶσι καὶ τὰς εἰθισμένας δωρεὰς τοῖς ἐπιφανῶς ἀνδραγαθήσασι·
在表明这一进攻企图是可行的之后,并总结了成功将如何削弱对手的势力而壮大自身的事业,最后,他向首先登上城墙的人许诺赐予金冠,并向表现出杰出勇武的人赐予惯常的赏赐。
§10.11.7τὸ δὲ τελευταῖον ἐξ ἀρχῆς ἔφη τὴν ἐπιβολὴν αὐτῷ ταύτην ὑποδεδειχέναι τὸν Ποσειδῶνα παραστάντα κατὰ τὸν ὕπνον, καὶ φάναι συνεργήσειν ἐπιφανῶς κατʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν οὕτως ὥστε παντὶ τῷ στρατοπέδῳ τὴν ἐξ αὐτοῦ χρείαν ἐναργῆ γενέσθαι.
最后,他宣称波塞冬从一开始就在梦中显现,向他指明了这一攻势,并说将在行动的紧要关头显灵相助,以至于其神助对全军而言都将是昭然若揭的。
§10.11.8τῶν δὲ κατὰ τὴν παράκλησιν λόγων ἅμα μὲν ἀπολογισμοῖς ἀκριβέσι μεμιγμένων, ἅμα δʼ ἐπαγγελίαις χρυσῶν στεφάνων, ἐπὶ δὲ πᾶσι τούτοις θεοῦ προνοίᾳ, τελέως μεγάλην ὁρμὴν καὶ προθυμίαν παρίστασθαι συνέβαινε τοῖς νεανίσκοις.
由于鼓舞人心的讲话一方面夹杂着严密的论证,另一方面又有着金冠的许诺,而在这一切之上还有神明的庇佑,年轻的战士们心中激起了极其巨大的干劲和热忱。