§10.10.1κεῖται μὲν οὖν τῆς Ἰβηρίας κατὰ μέσην τὴν παραλίαν ἐν κόλπῳ νεύοντι πρὸς ἄνεμον λίβα· οὗ τὸ μὲν βάθος ἐστὶν ὡς εἴκοσι σταδίων, τὸ δὲ πλάτος ἐν ταῖς ἀρχαῖς ὡς δέκα· λαμβάνει δὲ διάθεσιν λιμένος ὁ πᾶς κόλπος διὰ τοιαύτην αἰτίαν.
那么,该城位于伊比利亚海岸线的中部,处于一个朝向西南风(利布斯)的湾内;该湾深约二十斯塔德,入口处的宽度约十斯塔德;由于下述原因,整个海湾具有港口的性质。
§10.10.2νῆσος ἐπὶ τοῦ στόματος αὐτοῦ κεῖται βραχὺν ἐξ ἑκατέρου τοῦ μέρους εἴσπλουν εἰς αὐτὸν ἀπολείπουσα.
在其湾口横亘着一座岛屿,在两侧留下了进入湾内的狭窄通道。
§10.10.3ταύτης ἀποδεχομένης τὸ πελάγιον κῦμα συμβαίνει τὸν κόλπον ὅλον εὐδίαν ἴσχειν, πλὴν ἐφʼ ὅσον οἱ λίβες καθʼ ἑκάτερον τὸν εἴσπλουν παρεισπίπτοντες κλύδωνας ἀποτελοῦσι.
由于该岛阻挡了外海的波浪,整个海湾得以保持风平浪静,唯独在西南风从各个通道侵入并激起波涛时例外。
§10.10.4τῶν γε μὴν ἄλλων πνευμάτων ἀκλυδώνιστος ὢν τυγχάνει διὰ τὴν περιέχουσαν αὐτὸν ἤπειρον.
至于其他的风,由于环绕它的陆地,海湾并不会起波浪。
§10.10.5ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου πρόκειται χερρονησίζον ὄρος, ἐφʼ οὗ κεῖσθαι συμβαίνει τὴν πόλιν, περιεχομένην θαλάττῃ μὲν ἀπʼ ἀνατολῶν καὶ μεσημβρίας, ἀπὸ δὲ τῶν δύσεων λίμνῃ προσεπιλαμβανούσῃ καὶ τοῦ πρὸς ἄρκτον μέρους, §10.10.6ὥστε τὸν λοιπὸν τόπον μέχρι τῆς ἐπὶ θάτερα θαλάττης, ὃς καὶ συνάπτει τὴν πόλιν πρὸς τὴν ἤπειρον, μὴ πλέον ὑπάρχειν ἢ δυεῖν σταδίων.
在海湾的尽头,凸出一座半岛状的山丘,城市便坐落其上,其东面和南面环海,西面则由一个延伸至北侧的湖泊(潟湖)所环绕,以至于连接城市与陆地的、直到另一侧海边的其余地面,宽度不超过二斯塔德。
§10.10.7ἡ δὲ πόλις αὐτὴ μεσόκοιλός ἐστι· κατὰ δὲ τὴν ἀπὸ μεσημβρίας πλευρὰν ἐπίπεδον ἔχει τὴν ἀπὸ θαλάττης πρόσοδον· τὰ δὲ λοιπὰ περιέχεται λόφοις, δυσὶ μὲν ὀρεινοῖς καὶ τραχέσιν, ἄλλοις δὲ τρισὶ πολὺ μὲν χθαμαλωτέροις, σπιλώδεσι δὲ καὶ δυσβάτοις·
城市本身中间低洼;在南侧,它有一条来自海边的平坦通道;其余部分则被丘陵环绕,其中两座山岭陡峭崎岖,另外三座虽矮得多,但岩石嶙峋、难以攀登。
§10.10.8ὧν ὁ μὲν μέγιστος ἀπὸ τῆς ἀνατολῆς αὐτῇ παράκειται, προτείνων εἰς θάλατταν, ἐφʼ οὗ καθίδρυται νεὼς Ἀσκληπιοῦ.
在这些山丘中,最大的一座从东面紧邻城市,向海中延伸,其上建有阿斯克勒庇俄斯神庙。
§10.10.9τούτῳ δʼ ὁ ἀπὸ τῆς δύσεως ἀντίκειται, παραπλησίαν θέσιν ἔχων, ἐφʼ οὗ καὶ βασίλεια κατεσκεύασται πολυτελῶς, ἅ φασιν Ἀσδρούβαν ποιῆσαι, μοναρχικῆς ὀρεγόμενον ἐξουσίας.
与此相对,西面是另一座地理位置相似的山丘,其上建有一座奢华的宫殿,据说这是渴望君主权力的哈斯德鲁巴所建。
§10.10.10αἱ δὲ λοιπαὶ τρεῖς τῶν ἐλαττόνων βουνῶν ὑπεροχαὶ τὸ πρὸς ἄρκτον αὐτῆς μέρος περιέχουσι.
其余三座较矮山丘的突起部分包围了该城的北侧。
§10.10.11καλεῖται δὲ τῶν τριῶν ὁ μὲν πρὸς ἀνατολὰς νεύων Ἡφαίστου, τούτῳ δʼ ὁ συνεχὴς Ἀλήτου — δοκεῖ δʼ οὗτος εὑρετὴς γενόμενος τῶν ἀργυρείων μετάλλων ἰσοθέων τετευχέναι τιμῶν — ὁ δὲ τρίτος προσαγορεύεται Κρόνου.
在这三座山丘中,朝向东边的一座被称为赫菲斯托斯山,紧邻它的是阿勒忒斯山——此人因发现银矿而被认为获得了等同于神明的荣誉——第三座山则被称为克罗诺斯山。
§10.10.12συμβαίνει δὲ τὴν λίμνην τῇ παρακειμένῃ θαλάττῃ σύρρουν γεγονέναι χειροποιήτως χάριν τῶν θαλαττουργῶν.
由于从事海上工作的人民的便利,该湖(潟湖)已被人工与相邻的海连接起来,使之合流。
§10.10.13κατὰ δὲ τὴν τοῦ διείργοντος αὐτὰς χείλους διακοπὴν γέφυρα κατεσκεύασται πρὸς τὸ καὶ τὰ ὑποζύγια καὶ τὰς ἁμάξας ταύτῃ ποιεῖσθαι τὴν παρακομιδὴν τῶν ἐκ τῆς χώρας ἀναγκαίων.
在割开分隔两者的地岬的渠道上建有一座桥梁,以便驮畜和货车可以通过这里运送来自乡间的必需品。