Humanitext Reader

ポリュビオス · 歴史 §1.83.1-1.83.12

ヒエロンとローマによるカルタゴ支援と勢力均衡

83 / 1311 箇所 · ギリシア語

要旨

カルタゴが包囲され窮地に陥る中、シラクサのヒエロンとローマ人は、一国の極端な強大化を防ぐという勢力均衡の観点や条約遵守の姿勢から、カルタゴを積極的に支援した。

§1.83.1τούτοις ἦν.
これら(の状態)にあった。
οἱ δὲ Καρχηδόνιοι περικλειόμενοι πανταχόθεν ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὰς συμμαχίδων πόλεων §1.83.2ἐλπίδας.
一方、カルタゴ人たちは四方から包囲され、同盟都市の希望へとすがることを余儀なくされた。
Ἱέρων δʼ ἀεὶ μέν ποτε κατὰ τὸν ἐνεστῶτα πόλεμον μεγάλην ἐποιεῖτο σπουδὴν εἰς πᾶν τὸ παρακαλούμενον ὑπʼ αὐτῶν,
ヒエロンは、今回の戦争において常に彼らから要請されるすべてのことに対して多大な熱意を示していたが、その時はなおさら熱心に尽力した。
§1.83.3τότε δὲ καὶ μᾶλλον ἐφιλοτιμεῖτο, πεπεισμένος συμφέρειν ἑαυτῷ καὶ πρὸς τὴν ἐν Σικελίᾳ δυναστείαν καὶ πρὸς τὴν Ῥωμαίων φιλίαν τὸ σῴζεσθαι Καρχηδονίους, ἵνα μὴ παντάπασιν ἐξῇ τὸ προτεθὲν ἀκονιτὶ συντελεῖσθαι τοῖς ἰσχύουσι, πάνυ φρονίμως καὶ νουνεχῶς λογιζόμενος.
彼は、強者が自らの企てを戦わずして完全に成し遂げることが全く可能というわけにはいかないようにするために、カルタゴ人が救われることが、シケリアにおける自らの支配権にとってもローマ人との友好関係にとっても自らにとって有益であると確信していたからであり、それは極めて賢明かつ分別のある判断であった。
§1.83.4οὐδέποτε γὰρ χρὴ τὰ τοιαῦτα παρορᾶν οὐδὲ τηλικαύτην οὐδενὶ συγκατασκευάζειν δυναστείαν, πρὸς ἣν οὐδὲ περὶ τῶν ὁμολογουμένων ἐξέσται δικαίων ἀμφισβητεῖν.
というのも、このような事態を看過してはならず、また、誰もが認める正当な権利についてさえ争うことができなくなるほどの強大な権力をいかなる者にも構築させてはならないからである。
§1.83.5οὐ μὴν ἀλλὰ καὶ Ῥωμαῖοι τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια προθυμίας οὐδὲν ἀπέλειπον.
しかしながらまた、ローマ人も条約に基づく正義を遵守し、何ら熱意を欠くことはなかった。
§1.83.6ἐν ἀρχαῖς μὲν γὰρ ἐγένετό τις ἀμφισβήτησις ἐξ ἀμφοῖν διά τινας τοιαύτας αἰτίας.
というのも、最初は、以下のような理由から両者の間にいくらかの紛争が生じたからである。
§1.83.7τῶν Καρχηδονίων τοὺς πλέοντας ἐξ Ἰταλίας εἰς Λιβύην καὶ χορηγοῦντας τοῖς πολεμίοις καταγόντων ὡς αὑτούς, καὶ σχεδὸν ἁθροισθέντων τούτων εἰς τὴν φυλακὴν εἰς τοὺς πεντακοσίους, ἠγανάκτησαν οἱ Ῥωμαῖοι.
イタリアからリビアへと航海し敵に物資を補給していた者たちを、カルタゴ人たちが自国に連行し、拘留された者が約500名にのぼったため、ローマ人は憤慨した。
§1.83.8μετὰ δὲ ταῦτα διαπρεσβευσάμενοι καὶ κομισάμενοι διὰ λόγου πάντας ἐπὶ τοσοῦτον εὐδόκησαν ὥστε παραχρῆμα τοῖς Καρχηδονίοις ἀντιδωρήσασθαι τοὺς ὑπολειπομένους παρʼ αὐτοῖς αἰχμαλώτους ἐκ τοῦ περὶ Σικελίαν πολέμου.
しかしその後、使節を送って交渉の末に彼ら全員を取り戻すと、ローマ人は非常に満足し、カルタゴ人に対して、シケリアをめぐる戦争から自国にまだ残っていた捕虜たちを、すぐさま返礼として贈った。
§1.83.9ἀπὸ δὲ τούτου τοῦ καιροῦ πρὸς ἕκαστα τῶν παρακαλουμένων ἑτοίμως καὶ φιλανθρώπως ὑπήκουον.
そして、この時以降、彼らは要請される個々の事柄に対して、快くかつ親切に応じた。
§1.83.10διὸ καὶ πρὸς μὲν τοὺς Καρχηδονίους ἐπέτρεψαν τοῖς ἐμπόροις ἐξαγαγεῖν αἰεὶ τὸ κατεπεῖγον, πρὸς δὲ τοὺς πολεμίους ἐκώλυσαν.
それゆえ、商人たちがカルタゴ人に対しては常に緊急に必要な物資を輸出することを認めたが、敵に対しては禁止した。
§1.83.11μετὰ δὲ ταῦτα τῶν μὲν ἐν τῇ Σαρδόνι μισθοφόρων, καθʼ ὃν καιρὸν ἀπὸ τῶν Καρχηδονίων ἀπέστησαν, ἐπισπωμένων αὐτοὺς ἐπὶ τὴν νῆσον οὐχ ὑπήκουσαν·
その後に、サルディニアにいた傭兵たちがカルタゴ人から離反した際、彼らを島へと誘い込んだが、彼らはこれに応じなかった。
τῶν δʼ Ἰτυκαίων ἐγχειριζόντων σφᾶς, οὐ προσεδέξαντο, τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια.
また、ウティカの人々が自分たちの都市を委ねようとした際も、条約に基づく正義を遵守して、それを受け入れなかった。
§1.83.12Καρχηδόνιοι μὲν οὖν τῆς παρὰ τῶν προειρημένων φίλων τυγχάνοντες ἐπικουρίας ὑπέμενον τὴν
こうして、カルタゴ人たちは前述の友人たちからの援助を受けつつ、その

語釈・文法注

  1. §1.83.3ἵνα μὴ παντάπασιν ἐξῇ τὸ προτεθὲν ἀκονιτὶ συντελεῖσθαι τοῖς ἰσχύουσι — 非人称動詞 ἔξεστι の接続法現在である ἐξῇ の意味上の主語は、不定詞 συντελεῖσθαι(あるいはその文法上の主語である中性分詞 τὸ προτεθέν「企てられたこと」を伴う不定詞句全体)である。τοῖς ἰσχύουσι「強者たち」は支配・可能の対象を表す与格。副詞 ἀκονιτὶ は文字通りには「砂埃を立てずに、戦いなしに」を意味する。
  2. §1.83.7τῶν Καρχηδονίων τοὺς πλέοντας ἐξ Ἰταλίας εἰς Λιβύην καὶ χορηγοῦντας τοῖς πολεμίοις καταγόντων ὡς αὑτούς — 属格絶対(genitive absolute)の構文。意味上の主語は τῶν Καρχηδονίων で、分詞は καταγόντων「(港に)連行する」。その直接目的語が対格分詞句 τοὺς πλέοντας ... καὶ χορηγοῦντας「航海し、かつ補給していた人々」である。主節の主語である οἱ Ῥωμαῖοι とは異なる主語を提示するためにこの構文が用いられている。

この箇所を引用する

ポリュビオス, 歴史 §1.83.1-1.83.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.83.1-1.83.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。