§1.82.1Ἀμίλκας δὲ δυσχρηστούμενος τῇ τῶν πολεμίων ἀπονοίᾳ τὸν μὲν Ἄννωνα πρὸς ἑαυτὸν ἐκάλει, πεπεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις.
ハミルカルは、敵の死に物狂いの暴挙に手を焼き、両方の軍勢が合流すれば、全体の戦局をより迅速に終結させることができると確信して、ハンノを自分のところへ呼び寄せた。
§1.82.2τῶν δὲ πολεμίων οὕς ποτε κρατήσειε, τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ζωγρίᾳ πρὸς αὐτὸν εἰσαναχθέντας ὑπέβαλλε τοῖς θηρίοις, μίαν ὁρῶν λύσιν ταύτην, εἰ δυνηθείη τοὺς ἐχθροὺς ἄρδην ἀφανίσαι.
彼は敵のうちで捕らえた者たちについて、一方は戦闘の最中に殺害し、生け捕りにされて連れてこられたもう一方は野獣に投げ与えた。 これこそが、敵を根こそぎ根絶やしにできる唯一の解決策だと考えていたからである。
§1.82.3δοκούντων δὲ τῶν Καρχηδονίων ἐπικυδεστέρας ἐλπίδας ἔχειν ἤδη κατὰ τὸν πόλεμον, γίνεταί τις ὁλοσχερὴς καὶ παράδοξος περὶ αὐτοὺς παλίρροια τῶν πραγμάτων.
カルタゴ人たちが戦争において、すでに有利な見通しを抱いていると思われたまさにその時、彼らにとって形勢の全面的な、かつ予期せぬ大逆転が生じた。
§1.82.4οἵ τε γὰρ στρατηγοὶ συνελθόντες ἐπὶ ταὐτὸ διεστασίασαν πρὸς σφᾶς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον τοὺς κατὰ τῶν ἐχθρῶν παραλείπειν καιρούς, ἀλλὰ καὶ κατὰ σφῶν αὐτῶν πολλὰς ἀφορμὰς διδόναι τοῖς ὑπεναντίοις διὰ τὴν πρὸς ἀλλήλους φιλονικίαν.
というのも、将軍たちは一箇所に合流したものの、互いに激しく反目し合ったため、敵に対する好機を逃すばかりか、その対抗意識のゆえに、敵に対して自分たちを攻撃する多くの機会を与えるほどであったからである。
§1.82.5ἃ δὴ καὶ συνέντες οἱ Καρχηδόνιοι τῷ μὲν ἑνὶ τῶν στρατηγῶν ἀπαλλάττεσθαι προσέταξαν, τῷ δʼ ἑτέρῳ μένειν, ὃν ἂν αἱ δυνάμεις προκρίνωσιν.
カルタゴ人たちはこの事態を察知し、将軍のうち一方は退任し、他方は軍隊が選出する者を残すように命じた。
§1.82.6ἅμα δὲ τούτοις καὶ τὰς παρακομιζομένας ἀγορὰς ἐκ τῶν παρʼ αὐτοῖς καλουμένων Ἐμπορίων, ἐφʼ αἷς εἶχον τὰς μεγίστας ἐλπίδας περί τε τῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, διαφθαρῆναι συνέβη κατὰ θάλατταν ὁλοσχερῶς ὑπὸ χειμῶνος.
これらと同時に、彼らが「エンポリア」と呼ぶ地域から運ばれてくる食糧物資、すなわち彼らが食糧やその他の必需品に関して最大の期待を寄せていたものも、海上で暴風雨によって完全に失われるという事態が起こった。
§1.82.7τὰ δὲ κατὰ τὴν Σαρδόνα, καθάπερ ἐπάνω προεῖπον, ἐτύγχανεν ἀπηλλοτριωμένα, μεγάλας αὐτοῖς αἰεί ποτε χρείας παρεχομένης τῆς νήσου ταύτης κατὰ τὰς περιστάσεις.
また、サルディニアの情勢も、上で述べたように離反してしまっていた。 この島は、危機に際して常にカルタゴ人に多大なる貢献をしてきたのであった。
§1.82.8τὸ δὲ μέγιστον, ἡ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων ἀπέστη πόλις, αἵτινες ἐτύγχανον μόναι τῶν κατὰ τὴν Λιβύην οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι γενναίως, ἀλλὰ καὶ τοὺς κατʼ Ἀγαθοκλέα καιροὺς καὶ τὴν Ῥωμαίων ἔφοδον εὐγενῶς ὑπομεμενηκυῖαι καὶ συλλήβδην οὐδέποτε βεβουλευμέναι Καρχηδονίοις οὐδὲν ὑπεναντίον.
そして最大の痛手は、ヒッパクリタとウティカの都市が反乱を起こしたことである。 これらの都市は、リビアにある中で唯一、今回の戦争を勇敢に耐え抜いているだけでなく、アガトクレスの時代やローマ人の侵攻の際にも気高く耐え抜き、要するに、カルタゴ人に対して敵対的な決断をしたことが一度もなかった都市であった。
§1.82.9τότε δὲ χωρὶς τῆς ἀλόγου πρὸς τοὺς Λίβυας ἀποστάσεως καὶ διὰ τῆς μεταθέσεως εὐθέως τούτοις μὲν τὴν μεγίστην οἰκειότητα καὶ πίστιν ἐναπεδείξαντο, πρὸς δὲ τοὺς Καρχηδονίους ἀπαραίτητον ὀργὴν ἐνεστήσαντο καὶ μῖσος.
しかしその時、彼らは理不尽にもリビア人に同調して離反したばかりか、その寝返りを通じて、直ちにリビア人に対して最大の親密さと忠誠を示し、カルタゴ人に対しては宥めがたい怒りと憎しみを抱いた。
§1.82.10τοὺς μὲν γὰρ παραβεβοηθηκότας αὐτοῖς παρʼ ἐκείνων, ὄντας εἰς πεντακοσίους, καὶ τὸν ἡγεμόνα τούτων ἀποκτείναντες ἅπαντας ἔρριψαν κατὰ τοῦ τείχους, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Λίβυσι·
すなわち、カルタゴから救援に来ていた約500名の兵士たちとその指揮官を殺害して全員を城壁から投げ捨て、都市をリビア人たちに明け渡した。
τοῖς γε μὴν Καρχηδονίοις οὐδὲ θάψαι συνεχώρησαν τοὺς ἠτυχηκότας αἰτουμένοις.
しかも、カルタゴ人たちがその犠牲者たちの遺体の埋葬を求めても、それすら許可しなかったのである。
§1.82.11τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπένδιον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐνεχείρησαν αὐτὴν τὴν Καρχηδόνα.
これらの出来事が起こる中で、マトスやスペンディウスの側は、一連の出来事に勢いづき、カルタゴそのものを包囲しようと試みた。
§1.82.12Βάρκας δὲ παραλαβὼν Ἀννίβαν τὸν στρατηγόν·
一方、バルカは将軍ハンニバルを伴った。
τοῦτον γὰρ ἐξαπέστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄννωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στάσεις πρὸς ἀλλήλους·
というのも、将軍たちの間に生じた反目に関してカルタゴ人が軍隊に与えた決定権に基づき、軍隊がハンノを退任させるべきだと判断したため、市民たちがこのハンニバルを軍隊のもとへ派遣したからである。
§1.82.13διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν ἐπῄει τὴν χώραν, διακλείων τὰς χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον, μεγίστην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ τἄλλα Ναραύα τοῦ Νομάδος.
それゆえ、ハミルカルはこのハンニバルとナラウアスを伴ってその地方を進撃し、マトスやスペンディウスたちへの補給を遮断した。 この任務やその他の件において、ヌミディア人のナラウアスは彼に極めて大きな貢献をした。
§1.82.14τὰ μὲν οὖν περὶ τὰς ὑπαίθρους δυνάμεις ἐν
こうして、野外の軍隊をめぐる状況は、